1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

1

Apologia de fuga sua

Τοῦ μεγάλου Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας ἀπολογία περὶ τῶν διαβαλλόντων τὴν ἐν τῷ διωγμῷ φυγὴν αὐτοῦ.

1 Ἀκούω Λεόντιον τὸν νῦν ἐν Ἀντιοχείᾳ καὶ Νάρκισσον τὸν ἀπὸ τῆς πόλεως Νέρωνος καὶ Γεώργιον τὸν νῦν ἐν Λαοδικείᾳ καὶ τοὺς σὺν αὐτοῖς Ἀρειανοὺς πολλὰ περὶ ἐμοῦ θρυλοῦντας καὶ λοιδοροῦντας, δειλίαν τε ἐγκαλοῦντας ὅτι δή, ζητούμενος ἀναιρεθῆναι παρ' αὐτῶν, οὐκ ἔκδοτον ἐμαυτὸν αὐτοῖς προσήγαγον. Πρὸς μὲν οὖν τὰς λοιδορίας καὶ τὰς συκοφαντίας αὐτῶν, καίτοι δυνάμενος πολλὰ γράφειν, ἃ μήτ' αὐτοὶ ἀρνεῖσθαι δύνανται ἀλλὰ καὶ πάντες ἐπιγινώσκουσιν οἱ κατ' αὐτῶν ἀκούοντες, ὅμως οὐδὲν προαχθήσομαι λέγειν πρὸς αὐτοὺς ἢ μόνον τὸ τοῦ Κυρίου ῥῆμα καὶ τὸ τοῦ Ἀποστόλου ῥητὸν ὅτι· «τὸ μὲν ψεῦδος ἐκ τοῦ διαβόλου ἐστίν», οὔτε δὲ «λοίδοροι βασιλείαν Θεοῦ κληρονομήσουσιν». Ἀρκεῖ γὰρ αὐτοὺς ἐκ τούτων δειχθῆναι μηδὲν κατὰ τὸ Εὐαγγέλιον μήτε φρονοῦντας μήτε πράττοντας, κατὰ δὲ τὰς ἰδίας ἡδονὰς οἰομένους εἶναι καλὸν ὅπερ αὐτοὶ βούλονται.

2 Ἐπειδὴ δὲ προσποιοῦνται δειλίαν ἐγκαλεῖν, ἀναγκαῖον ὀλίγα περὶ τούτου γράψαι. ∆ειχθήσονται γὰρ ἐκ τούτου πονηροί τε τὸν τρόπον καὶ μὴ ἐντετυχηκότες ταῖς θείαις γραφαῖς, ἢ ἐντυχόντες μὲν μὴ πιστεύοντες δὲ εἶναι θεόπνευστα τὰ λόγια τὰ ἐν αὐταῖς. Εἰ γὰρ ἐπίστευον, οὐκ ἂν παρὰ μὲν ταύτας ἐτόλμων, τὴν δὲ κακοήθειαν τῶν κυριοκτόνων Ἰουδαίων ἐζήλουν. Καὶ γὰρ τοῦ Θεοῦ δεδωκότος ἐντολήν· «τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου» καὶ «ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω», ἀντενομοθέτουν κἀκεῖνοι, τὴν τιμὴν εἰς ἀτιμίαν μεταφέροντες, καὶ ἀργυρίου τὸ πρὸς τοὺς γονέας καθῆκον παρὰ τῶν τέκνων ἀντικαταλλάσσοντες· καὶ ἀναγινώσκοντες δὲ τὰς τοῦ ∆αυὶδ πράξεις, ἀντεμελέτων αὐταῖς καὶ ᾐτιῶντο τοὺς ἀναιτίους τίλλοντας στάχυας καὶ ψώχοντας ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου. Ἔμελε δὲ αὐτοῖς οὔτε τῶν νόμων οὔτε διὰ τὸ σάββατον, ἐν αὐτῷ γὰρ μᾶλλον παρηνόμουν· ἀλλ' ὅτι τὸν τρόπον ὄντες πονηροί, τοῖς τε μαθηταῖς ἐφθόνουν σῳζομένοις, καὶ μόνον ἠβούλοντο τὰ τῆς ἰδίας γνώμης κρατεῖν. Ἐκεῖνοι μὲν οὖν τῆς ἰδίας παρανομίας ἔχουσι τὰ ἐπίχειρα, ἀνίεροι γενόμενοι καὶ λοιπὸν «ἄρχοντες Σοδόμων καὶ λαὸς Γομόρρας» χρηματίζοντες. Καὶ αὐτοὶ δὲ οὐδὲν ἧττον ἐκείνων δοκοῦσίν μοι τὴν ἐπιτιμίαν ἔχειν, ἤδη τὴν τῆς ἰδίας ἀλογίας ἄγνοιαν. Οὔτε γὰρ νοοῦσιν ἃ λέγουσιν, ἀλλὰ καὶ νομίζουσιν εἰδέναι ἅπερ ἀγνοοῦσι· μόνη δὲ γνῶσις ἐν αὐτοῖς ἐστι τοῦ κακοποιεῖν, καὶ καθ' ἡμέραν χείρονα χείροσιν ἐφευρίσκειν. Καὶ γὰρ καὶ τὴν νῦν φυγὴν ἡμῶν, οὐκ ἐπ' ἀρετῇ θέλοντες ἡμᾶς ἀνδραγαθήσασθαι, διαβάλλουσι· πόθεν γὰρ εὐχὴ τοιαύτη παρ' ἐχθροῖς ὑπὲρ «τῶν μὴ συντρεχόντων αὐτοῖς» ἐν τῇ κακοφροσύνῃ; Ἀλλὰ κακοήθεις ὄντες, σχηματίζονται τοιαῦτα περιβομβεῖν, νομίζοντες εὐήθεις ὄντες ἀληθῶς αὐτοί, ὡς ἄρα δέει τῆς παρ' αὐτῶν λοιδορίας προσάξομεν ἑαυτούς ποτε αὐτοῖς. Θέλουσι γὰρ καὶ διὰ τοῦτο πάντα περιτρέ χουσι· καὶ ὑποκρίνονται μὲν ὡς φίλοι, ἐρευνῶσι δὲ ὡς ἐχθροί, ἵνα αἱμάτων ἐμφορηθέντες ἐκποδὼν ποιήσωσι καὶ ἡμᾶς, ὅτι κατὰ τῆς ἀσεβείας αὐτῶν ἐφρονήσαμεν ἀεὶ καὶ φρονοῦμεν, καὶ τὴν αἵρεσιν αὐτῶν ἐλέγχοντες στηλιτεύομεν.

3 Τίνα γάρ ποτε διώκοντες καὶ καταλαβόντες οὐχ ὕβρισαν ὡς ἠθέλησαν; τίνα ζητοῦντες καὶ εὑρόντες οὐχ οὕτω διέθηκαν, ὡς ἢ τελευτῆσαι κακῶς ἢ λωβηθῆναι πανταχόθεν; Ἃ γὰρ οἱ δικασταὶ δοκοῦσι ποιεῖν, ταῦτ' ἐκείνων ἐστὶν ἐνεργήματα· καὶ μᾶλλον οὗτοι τῆς ἐκείνων προαιρέσεως καὶ πονηρίας εἰσὶν ὑπηρέται. Ποῖος τοίνυν τόπος οὐκ ἔχει τῆς κακίας αὐτῶν ὑπόμνημα; Τίνα φρονοῦντα κατ' αὐτῶν οὐ