1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

1

Apologia ad Constantium imperatorem

Τοῦ ἁγίου Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον.

1 Ἐκ πολλῶν ἐτῶν ὄντα σε Χριστιανόν, καὶ ἐκ προγόνων φιλόθεον ἐπιστάμενος, εὐθύμως τὰ περὶ ἐμαυτοῦ νῦν ἀπολογοῦμαι· τοῖς γὰρ τοῦ μακαρίου Παύλου λόγοις χρώμενος, αὐτόν σοι πρεσβευτὴν ὑπὲρ ἐμαυτοῦ ποιοῦμαι· εἰδὼς αὐτὸν μὲν κήρυκα τῆς ἀληθείας, σὲ δὲ τῶν αὐτοῦ ῥημάτων φιλήκοον, θεοφιλέστατε Αὔγουστε. Περὶ μὲν οὖν τῶν ἐκκλησιαστικῶν καὶ τῆς κατ' ἐμοῦ γενομένης συσκευῆς, αὐτάρκη τὰ γραφέντα παρὰ τῶν τοσούτων ἐπισκόπων μαρτυρῆσαι τῇ σῇ εὐλαβείᾳ· ἱκανὰ δὲ καὶ τὰ τῆς μετανοίας Οὐρσακίου καὶ Οὐάλεντος δεῖξαι πᾶσιν, ὅτι μηδὲν ὧν ἐπέστησαν καθ' ἡμῶν εἶχεν ἀληθές. Τί γὰρ τοσοῦτον ἄλλοι δύνανται μαρτυρεῖν, ὅσον οὗτοι γράφοντες εἰρήκασιν; «Ἐψευσάμεθα, ἐπλασάμεθα, καὶ πάντα τὰ κατὰ Ἀθανασίου συκοφαντίας γέμει». Προσθήκη δὲ πρὸς φανερὰν ἀπόδειξιν, εἰ καταξιώσειας μαθεῖν, ὅτι, παρόντων μὲν ἡμῶν, οὐδὲν ἀπέδειξαν οἱ κατηγοροῦντες κατὰ Μακαρίου τοῦ πρεσβυτέρου· ἀπόντων δὲ ἡμῶν, κατὰ μόνας ἔπραξαν ἅπερ ἠθέλησαν. Τὰ δὲ τοιαῦτα προηγουμένως μὲν ὁ θεῖος νόμος, ἔπειτα δὲ καὶ οἱ ἡμέτεροι νόμοι μηδεμίαν ἔχειν δύναμιν ἀπεφήναντο. Ἀπὸ μὲν οὖν τούτων οἶδας ὅτι καὶ ἡ σὴ εὐσέβεια, φιλαλήθης οὖσα καὶ φιλόθεος, ἡμᾶς μὲν ἐλευθέρους ἀπὸ πάσης ὑποψίας συνορᾷ, τοὺς δὲ καθ' ἡμῶν γενομένους συκοφάντας ἀποφαίνει.

2 Περὶ δὲ τῆς διαβολῆς τῆς κατ' ἐμοῦ γενομένης παρὰ τῇ σῇ φιλανθρωπίᾳ διὰ τὸν εὐσεβέστατον Αὔγουστον καὶ μακαρίας μνήμης καὶ αἰωνίου Κώνσταντα τὸν ἀδελφόν σου (τοῦτο γὰρ οἱ ἐχθροὶ θρυλοῦσι, καὶ γράψαι τετολμήκασιν), ἱκανὰ τὰ πρῶτα δεῖξαι καὶ ταῦτα μὴ ἀληθῆ. Εἰ μὲν γὰρ ἄλλοι τινὲς ἦσαν οἱ τοῦτο λέγοντες, δικάσιμον ἦν τὸ πρᾶγμα, χρεία τε πολλῆς ἀποδείξεως, καὶ τῶν εἰς πρόσωπον ἐλέγχων· εἰ δὲ οἱ τὰ πρῶτα πλάσαντες αὐτοὶ καὶ ταῦτα συνέθηκαν, πῶς οὐκ ἐξ ἐκείνων εἰκότως καὶ ταῦτα πεπλασμένα δείκνυται; ∆ιὰ τοῦτο γὰρ πάλιν κατὰ μόνας λαλοῦσι, νομίζοντες ὑφαρπάζειν δύνασθαι τὴν σὴν θεοσέβειαν. Ἀλλ' ἐσφάλησαν· οὐ γὰρ ὡς ἠθέλησαν ἤκουσας, ἀλλὰ τῇ μακροθυμίᾳ δέδωκας καὶ ἡμῖν χώραν ἀπολογεῖσθαι. Τὸ γὰρ μὴ παραυτὰ κινηθῆναι, καὶ τιμωρίαν ἀπαιτῆσαι, οὐδὲν ἦν ἕτερον ἤ, ὡς δίκαιον βασιλέα, περιμεῖναι καὶ τὴν τοῦ διαβληθέντος ἀπολογίαν· ἧς ἐὰν καταξιώσῃς ἀκοῦσαι, τεθάρσηκα ὡς καὶ ἐν τούτοις καταγνώσῃ τῶν προπετευσαμένων καὶ μὴ φοβηθέντων τὸν Θεόν, ἐντειλάμενον μηδὲν ψεῦδος ἀπὸ στόματος βασιλεῖ λέγεσθαι.

3 Αἰσχύνομαι μὲν οὖν ἀληθῶς καὶ ἀπολογούμενος περὶ τοιούτων, περὶ ὧν οὐδὲ αὐτὸν οἶμαι τὸν κατήγορον ἔτι παρόντων ἡμῶν μνημονεύσειν. Οἶδε γὰρ ἀκριβῶς ὅτι τε αὐτὸς ψεύδεται, καὶ οὔτε ἐμάνην ἐγὼ οὔτε τῶν φρενῶν ἐξέστηκα, ἵνα κἂν ὡς ἐνθυμηθείς τι τοιοῦτον ὑπονοηθῶ. ∆ιὸ οὐδ' ἂν ἄλλοις ἐρωτῶσιν ἀπεκρινάμην, ἵνα μηδὲ ἐν τῷ χρόνῳ τῆς ἀπολογίας οἱ ἀκούοντες κρεμαμένην ἔχωσι τὴν διάνοιαν· τῇ δὲ σῇ εὐσεβείᾳ λαμπρᾷ καὶ μεγάλῃ τῇ φωνῇ ἀπολογοῦμαι, καὶ τὴν χεῖρα ἐκτείνας, ὃ μεμάθηκα παρὰ τοῦ Ἀποστόλου, «μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμαυτοῦ ψυχήν»· καὶ, ὡς γέγραπται ἐν ταῖς Βασιλικαῖς ἱστορίαις· «μάρτυς Κύριος, καὶ μάρτυς ὁ Χριστὸς αὐτοῦ» (κἀμοὶ συγχώρησον εἰπεῖν), οὐδὲ πώποτε περὶ τῆς σῆς εὐσεβείας κακῶς ἐμνημόνευσα παρὰ τῷ ἀδελφῷ σου τῷ τῆς μακαρίας μνήμης Κώνσταντι, τῷ εὐσεβεστάτῳ Αὐγούστῳ. Οὐ παρώξυνα τοῦτον, ὡς οὗτοι διαβεβλήκασιν· ἀλλ' εἴ ποτε καὶ εἰσελθόντων ἡμῶν πρὸς αὐτὸν ἐμνημόνευσεν αὐτὸς