Scholia Arethae in Cyrilli apologiam xii anathematismorum

 118 SCHOLIA ARETHAE™ 8f9 μίαν ἡμῖν ἀποφαίνει ἀλλ' εἰ μὴ μία, διάφορος δέ, παρὸν ἐλέγχειν, 118.30 τί τὸ αἴτιον ἀμελεῖν ἐν ψιλαῖς ἐπαγγελίαις ἐναβρυνόμε

 132 SCHOLIA ARETHAE™ 1-7 οὐ κατὰ σκοποῦ οὗτοι βάλλοντες οἱ λόγοι. ὁ μὲν γὰρ δυάδα προσώπων ἐκκλίνειν φησίν, οὐδὲ [leg. ὁ δὲ] ἐπὶ φύσεων ἑνώσει τὴν ἔκκ

 τὸ τινὰ ἑαυτὸν εἶναι θηρᾶις, οὐδεὶς σοὶ φθόνος πλὴν ἀποσχομένωι τοῖς τὸ ἁπλοῦν καὶ ἄδολον μυστήριον ἁπλῶς μετιοῦσιν βλασφήμως προσφέρεσθαι, καίτοιγε φ

Scholia Arethae in Cyrilli apologiam xii anathematismorum

SCHOLION ARETHAE™[ 16 ὑποστάσεων]

112 Οὐκ ἀκριβὲς ὑποστάσεων ἕνωσιν γεγονέναι φάσκειν ἐπὶ Χριστοῦ, ἀλλ' ἡ τοῦ θεοῦ λόγου ὑπόστασις φύσιν ἀνθρωπείαν λαβοῦσα ὑπέστησεν ἐν ἑαυτῶι, καθὸ καὶ μίαν ὑπόστασιν ἔχειν τὸν κύριον Ἰησοῦν Χριστὸν δογματίζομεν. εἰ γὰρ ὑπόστασιν ἤγουν πρόσωπον ὡρισμένον δοξάσομεν, ὅπερ βούλεται δηλοῦν ἡ ὑπόστασις, τίς λόγος ἔτι τὴν Νεστορίου λύσσαν ἀναχαιτιεῖ μὴ οὐχὶ δύο ὑποστάσεις ἐν τῶι Χριστῶι πρεσβεύειν; τίνι γὰρ λόγωι τὰ δύο τέλεια πρόσωπα εἰς ἓν πρό σωπον συσταῖεν ἄν [συστακῆναι Y]; εἰ γὰρ τοῦτο δῶμεν, δώσωμεν ἀφορμὴν καὶ τοῖς μίαν φύσιν σύν θετον ἐπὶ Χριστοῦ ληρωιδοῦσιν κατ' ὀρθότητα τοῦτο δογματίζειν.

113 SCHOLIA ARETHAE™ 9 σκαιώρημα τοῦτο εἰ μὲν κατὰ Νεστορίου, ἔχεται λόγου· εἰ δὲ κατὰ Θεοδωρήτου, συκοφαντία ἄκρατος καὶ φθόνου δόξης τῶι λέγοντι περιποιητικός.

114 SCHOLIA ARETHAE™10 sq. ἀπροσωπολήπτως ἐρεῖν πλημμελῶς ἀλλήλους ἐφορμῶσιν, τὸ αὐτὸ φάσκοντες περὶ τοῦ αὐτοῦ καὶ διαφωνεῖν διατεινόμενοι ὃν τρόπον καὶ οἱ διαφερόμενοι περὶ ἀριθμὸν εἰ ὁ μὲν ἕνδεκα λέγει τὰς τοσαύτας μονάδας, ὁ δὲ δέκα καὶ μίαν. 12 τοῦτο ὁμοία πλημμέλεια τῆι Ἀρίου μανίαι, ἐπὶ τῆι τοῦ ὁμοουσίου λέξει μὴ παρὰ τοῖς παλαιοῖς πατράσιν εὑρημένηι διατεινομένωι, ἀλλὰ νεαρῶς καινολογουμένωι. 14 τί δὲ Θεοδώρητε; οὐκ ἤκουσας τῆς θεολόγου φωνῆς· ὦ τῆς καινῆς μίξεως, ὦ τῆς παραδόξου κράσεως; ἐπὶ ταῦτα ληρολεσχεῖν οὐκ αἰδῆι;

115 SCHOLIA ARETHAE™18 ὑποστάσεων κακῶς πάλιν ὑποστάσεων λέγει ἕνωσιν. 23 κράσεως] κράσεως, ἀλλὰ παραδόξου [cf.p. 114, 14].

116 SCHOLIA ARETHAE™1f2 περιαυτίζεται τοῖς αὐτοῖς περιστρέφεται 10 ὦ τί πάλιν ὑποστάσεις; 17sq. ὁ προαιώνιος θεὸς λόγος ὑπόστασις υἱοῦ τῆς πατρικῆς προιὼν θείας ὑποστάσεως προσλήψει φύσεως ἀνθρωπίνης, οὐκ ἠφωρισμένωι ἀτόμωι, τὸν κύριον Ἰησοῦν Χριστὸν ἑαυτὸν ἀπετέλεσεν, σύν θετον μὲν ἐξ ὑποστάσεως θείας, οὐ μέντοι καὶ ὑποστάσεως ἀνθρωπίνης. οὐ γὰρ καὶ τινὰ ἄνθρωπον, ἀλλὰ φύσεως ἀνθρωπίνης ψυχὴν καὶ σῶμα καὶ ἠτόμωσεν ἐν ἑαυτῶι, τὸν θεάνθρωπον ἀποφήνας. ἐπεὶ τοί νυν οὐκ ἠτομωμένον ἀνέλαβεν ἄνθρωπον, φύσιν δὲ ἀνθρωπείαν καὶ ἠτόμωσεν ἐν αὑτῶι ὑπόστασιν μίαν τὴν θεάνθρωπον, κατὰ τοῦτο φαμὲν εὐλαβεῖσθαι δύο λέγειν ἐπὶ Χριστοῦ ὑποστάσεις συντεθῆναι, τὸ λυσσῶδες ὑποστελλόμενοι Νεστορίου· ἓν γὰρ καὶ τὴν πρόσληψιν τῆς ἀνθρωπείας φύσεως τῶν ἀτομούντων κατὰ τὸν κύριον Ἰησοῦν. πλὴν εἰ μήπου τὰς δύο ἐπ' αὐτοῦ ὑποστάσεις οἰκονομικῶς εἰρῆσθαι διὰ τὴν κακουργίαν Ἀρίου καὶ Ἀπολιναρίου καὶ τῶν κατ' ἐκείνους φαντασιαστῶν.

117 SCHOLIA ARETHAE™ 1sq. αἰσχρὸν καὶ ἱκανῶς ἄλογον ἐκ τῶν κάτω τῶν ἄνω λαμβάνειν τὴν εἰκασίαν καὶ τὸν ὑπερούσιον ἐκ τῶν ἐνύλων τεθμᾶσθαι [σταθμᾶσθαι?] οὐσιῶν καὶ ἀπὸ τῶν κτισμάτων ἑαυτοῦ τὸ ἄκτιστον ζυγοστατεῖν καὶ τὴν ἐν τούτοις ἀνάγκην τῶι ἐξ οὐκ ὄντων παραγαγόντι (καὶ συνε λόντι φάναι ἀνάγκηι καὶ αὐτὸν τοιαῦτα παραγαγεῖν) προσλογίζεσθαι καὶ ὑπὲρ τῶν ἀγνώστων ὡς πάντηι ἐγνωσμένων ζυγομαχεῖν. 3 εἰ οὐ φυσικὴ διὰ τὸ μὴ ἀνάγκηι ὑποπεσεῖν, πῶς οὐ μᾶλλον ἀναγκαστικώτερον τὸ παρὰ φύσιν καὶ οὕτως ὡς καὶ τοῖς ἀβουλήτοις καὶ ἀθελήτοις ὑποκατακλίνεσθαι, ἐκβιάζεσθαι; 19 φύσιν, ἀλλ' οὐχ ὑπόστασιν

1