Fragmenta in epistulam i ad Corinthios

Fragmenta in epistulam i ad Corinthios

1 Kor 2,6-9 Ἡ συνάρτησις τοῦ ὅλου νοήματος οὕτως· σοφίαν λαλοῦμεν ἐν τοῖς τελείοις, οὐ τοῦ αἰῶνος τούτου, ἀλλὰ τὴν ἀποκεκρυμμένην, καθὼς γέγραπται ὅτι ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. ἡμῖν δὲ ταύτην τὴν περὶ τούτων ἀποκεκρυμμένων γνῶσιν ὁ θεὸς ἀπεκάλυψεν.

1 Kor 4,19 Καὶ γνώσομαι οὐ τὸν λόγον τὸν πεφυσιωμένον ἀλλὰ τὴν δύναμιν. ἐντεῦθέν τινες βούλονται δεικνύναι τὸν ἐν Κορίνθῳ πεπορνευκότα τὴν μητρίαν ὡς τῶν διδασκόντων ἦν καὶ βαπτιζόντων, οἷς καὶ ὁ Ἐμεσηνὸς συνηγορεῖ Εὐσέβιος. Ἰωάννης γε μὴν ὁ ἀοίδιμος καὶ τὸ στόμα χρυσοῦς ἔν τισιν αὐτοῦ λόγοις καὶ πρεσβυτέρου τοῦτον περιτίθησιν ἀξιώματι. 660

1 Kor 5,9 Ἑτέρας ἐπιστολῆς μὴ εὑρισκομένης πρὸς Κορινθίους, καὶ ἐν μηδετέρᾳ τούτων εὑρισκομένου ῥητοῦ οὕτως κειμένου μὴ συναναμίγνυσθαι πόρνοις, τί ἐροῦμεν; ὅτι ἐν ταύτῃ γέγραπται τοῦτο. ποῦ; ὅτε ἔλεγεν ὅτι μὴ μᾶλλον ἐπένθησαν, ἵνα ἐξαρθῇ ἐκ μέσου αὐτῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας· τὸ γὰρ ἀρθῆναι τὸν τοιοῦτον πόρνον ἐκ μέσου αὐτῶν παραγγελία φαίνεται τοῦ μὴ ἀναμίγνυσθαι πόρνοις.

1