Fragmenta ex commentariis in epistulam i ad Corinthios 1I Cor. i 2 [τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίοις, σὺν πᾶσιν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ αὐτῶν καὶ ἡμῶν.] [Ὠριγένους] Εἰ πάντες ἦσαν ἐκκλησία, τίς ἔτι χρεία προ<σ>κεῖσθαι σὺν πᾶσι τοῖς ἐπι καλουμένοις; εἰ πάντες ὁμοίως ἐπεκαλοῦντο, τίς χρεία μὴ πᾶσιν ἐπικαλουμέ νοις γεγράφθαι μόνον ἀλλὰ πέρ<α> αὐτῶν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ; παρεστήσαμεν ὡς μόνους τοὺς ἐπαινετοὺς χρηματίζειν ἐκκλησίαν ὀφείλοντας, τοὺς δὲ ψεκτοὺς οὐκ ἀποστάτας μὲν ἔτι παλαίοντας τῇ ἁμαρτίᾳ ἀλλ' <ἔτι> ἐπικαλουμένους, οὐ μὴν ἤδη καὶ ἐκκλησία<ν>. σπεύσωμεν οὖν ἀπὸ τοῦ ἐπικαλεῖσθαι εἰς τὸ ἀναβῆναι ἐπὶ τὴν ἐκκλησίαν τὴν ἄσπιλον καὶ ἄμωμον. 2 i 4-10 [Εὐχαριστῶ τῷ θεῷ πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει, καθὼς τὸ μαρτύριον τοῦ χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν, ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι, ἀπεκδεχομένους τὴν ἀποκά λυψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ [Χριστοῦ]. πιστὸς ὁ θεὸς δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν. παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ.] [Ὠριγένους] Οὔτε ταῦτα ἁμαρτωλοῖς ἁρμόζει οὔτε ἐκεῖνα δικαίοις, φημὶ δὴ τὸ Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἵνα πάντες τὰ αὐτὰ λέγητε καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα καὶ ὅσα τοιαῦτα. ἦν οὖν ἡ ἐκκλησία ἀναμεμιγμένη, εἴ γε χρὴ ἐκκλησίαν ὀνομάζειν τὸ ὅλον τοῦτο τὸ μικτὸν ἐκ δικαίων καὶ ἀδίκων. πλὴν οἱ συναγόμενοι ἦσαν ἀναμεμιγμένοι· διὰ τοῦτο μέλλων ὁ ἀπόστολος ἐπὶ ταῖς ἁμαρτίαις τοὺς συναγομένους μετὰ κακίας ἐλέγχειν, ἀναγκαί<ως> πρῶτον τοὺς ἐπαίνους ποιεῖται τῶν καλῶς υνερχομένων ἐπὶ τὸ αὐτό. Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε· ἄξιον εὐχαριστεῖν ἐφ' οἷς λέγει ἐπαινετοῖς, καὶ οὐ ποτὲ μὲν εὐχαριστεῖν ποτὲ δὲ μή, ἀλλὰ πάντοτε εὐχαριστεῖν. ἐάν τινα ἴδω ποτὲ μὲν εὖ πράττοντα ποτὲ δὲ ἁμαρτάνοντα, εὐχαριστῶ περὶ αὐτοῦ οὐ πάντοτε, ἀλλ' ὅτε εὖ ποιεῖ· οὕτω καὶ περὶ ἐμαυτοῦ. ἐν τίνι δὲ εὐχαριστήσει ὁ εὐχαριστῶν Παῦλος; ἐπὶ τοῖς ἰδίοις ἀκροαταῖς ὧν γέγονε κατὰ θεὸν πατήρ. ὥσπερ οὖν πατὴρ ἐπὶ υἱοῖς εὐχαριστεῖ ὅτ' ἂν ὑγιαίνωσιν, ὅτ' ἂν εὖ πράττωσι, τὸν αὐτὸν τρόπον ὅτ' ἂν βλέπῃ διδάσκαλος τοὺς ἀκροατὰς ζέοντα τῶι πνεύματι, πλουτοῦντας λόγῳ οφία<>, ἀξίους τοῦ ἐπαινεῖσθαι, εὐχαριστεῖ πάντοτε περὶ αὐτῶν. Ἴδωμεν οὖν τὴν Χάριν τῶν ἐπαινετῶν ἐν Κορίνθῳ ἵνα ζηλώσωμεν. Ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ. μακάριοι οἱ ἐν παντὶ πλουτοῦντες καὶ μηδενὸς τῶν κατὰ θεὸν ὑστερούμενοι, ἀλλὰ πᾶσαν ἐπιτηδεύοντες ἀρετὴν καὶ τῶν παρ' αὐτοῦ ἀφθόνως καὶ πλουσίως ἀπολαύοντες δωρεῶν ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει· ὥστε εἰς μηδεμίαν γραφὴν ἀπορεῖν ἀλλὰ πανταχοῦ ζητεῖν καὶ εὑρίκειν, καὶ ὅτε δεῖ ἐξηγήσασθαι γραφὴν παντὶ λόγῳ κεχρῆσθαι τῷ τε διεξοδικῷ καλου μένῳ καὶ τῷ κατὰ ἐρώτησίν τε καὶ ἀπόκρισιν, καὶ παρεσκευάσθαι λέγειν καὶ κατὰ πάσης αἱρέσεως, καὶ τῷ τῆς ἀληθείας συνίστασθαι δόγματι, καὶ ἀναπλη ρῶσαι τὸ εἰρημένον ὑπὸ τοῦ ἀποστόλου Ἕτοιμοι ἀεὶ πρὸ ἀπολογίαν παντὶ τῷ ἀπαιτοῦντι ὑμᾶ λόγον περὶ τῆ ἐν ὑμῖν πίτεω. οὕτω δὴ καὶ τὸ ἐν πάσῃ γνώσει· οὐ μόνον κατὰ τὰς γραφάς, ἀλλ' ἵνα καὶ εἴπῃ· Αὐτὸ γάρ μοι ἔδωκεν τῶν ὄντων τὴν γνῶιν ἀψευδῆ καὶ τὰ τούτοις ἀκόλουθα. ὅτι ἡ γνῶσις τὸ εἰδέναι μόνον ἐμφαίνει, ὁ δὲ λόγος καὶ τὸ ἐγνωσμένον ἑρμηνεύει. καθὼς τὸ μαρτύριον τοῦ χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν· ὁ Χριστός, ἵν' οὕτως ὀνομάσω, ἀρχίμαρτύς ἐστι, καὶ πολλῶν ὄντων