358
ἐπελθὼν διακόψειε, συγγνώμην οὐκ ἔχεις. Ἐνταῦθα μέντοι προσευχὴν τὴν δέησιν λέγει καὶ τὴν ἱκετηρίαν. ∆ιὸ ἐπήγαγεν αὐτὸ τοῦτο δηλῶν, Ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου. Ἕτερος, Ἐν τῇ πίστει σου. Ἄλλος, Ἐν τῇ βεβαιότητί σου. Τουτέστιν, Ἐπίνευσον τῇ αἰτήσει, καὶ εἰς ἔργον αὐτὴν ἐξάγαγε, βεβαιῶν τῇ ἀληθείᾳ σου· χρῆσαι τῇ δυνάμει πρὸς τὸ πληρῶσαι ἅπερ αἰτῶ. Ἀλλ' ἴδωμεν οἵα ἐστὶν ἡ δέησις. Ἐπ' ἀνθρώπων, ὅταν τις δέησιν προσαγάγῃ, τοῦτο σκοποῦσιν οἱ δεχόμενοι, κἂν τὸ δίκαιον καὶ ἔννομον ἔχῃ, ἀκούεται. Ἀλλὰ παρὰ μὲν ἀνθρώποις ὑπὲρ ἀξιωμάτων γίνεται καὶ χρημάτων ἡ δέησις, πολλάκις δὲ καὶ ὑπὲρ κωλύματος ἀδικίας· ἔνιοι δὲ καὶ τὰ ὑπερβαίνοντα τοὺς δικάζοντας ἀξιοῦσιν· ἀλλ' ἡμεῖς ὑπὲρ ἁμαρτημάτων δεόμεθα συγχωρήσεως, καὶ τότε ἐρχόμεθα ἐπὶ δέησιν, ὅταν ὁ δικαστὴς ἡμῖν μὴ ἀφῇ ὁ ἔνδον, τὸ συνειδὸς λέγω τὸ ἡμῖν ἐγκαθήμενον. Οὐδὲ γὰρ ἐξουσίαν ἔχει τοῦ ἀφιέναι. Καὶ καθάπερ βασιλεῖ οὐδεὶς ὑπὲρ ἱματίου διαῤῥαγέντος, οὐδὲ ὑπὲρ δέκα ὀβολῶν ἀφαιρεθέντων τολμᾷ προσελθεῖν· οὕτω καὶ σὺ, μᾶλλον δὲ καὶ πολλῷ πλέον εὐλαβούμενος, μὴ προσέλθῃς Θεῷ ὑπὲρ εὐτελῶν πραγμάτων καὶ μηδαμινῶν, οἷον εἴ τίς σε ἐν χρήμασιν ἠδίκησεν, ἢ καὶ ὕβρισεν· ἀλλ' ἐν οἷς σε ὁ διάβολος ἀδικεῖ, ἔνθα μάλιστα τῆς ἄνωθεν χρεία ῥοπῆς. Ἀλλ' οὐκ ἔχεις τὸν προϊστάμενον καὶ εἰσάγοντά σου τὴν δέησιν; Προϊόντος τοῦ βασιλέως φώνησον, καὶ καιρὸν ἐπιτήδειον ζήτησον. Πότε οὖν πρόεισιν ὁ βασιλεύς; Ἀεὶ καὶ διαπαντός. Πότε δὲ καὶ ἐπιτήδειος ὁ καιρός; Ὅταν σὺ θέλῃς, ὅταν ἄξιον σαυτὸν παρασκευάσῃς. Ἰουδαῖοι μὲν οὖν ἐκελεύοντο ὑπὲρ τὴν ὑπώρειαν ἑστάναι, τῷ Θεῷ φαινόμενοι, καὶ τὰ ἱμάτια ἔχειν λευκὰ, καὶ μὴ προσιέναι γυναικί· σὺ δὲ ἀντὶ τῶν ἱματίων τὴν ψυχὴν ἀπόσμηξον, καὶ μετὰ σωφροσύνης καὶ ἐπιεικείας πρόσελθε, καὶ μετὰ πολλῆς τῆς σχολῆς, καὶ ἀποδήμησον πρὸς τὸν βασιλέα, εἰ βούλει δεόντως ἀνύσαι. Οὐ δεῖται ἀναλωμάτων πολλῶν ἡ ἀποδημία· λάβε ἐφόδια τὴν ἀρετήν. Καὶ ποῦ οὗτος ὁ βασιλεὺς διατρίβει; Ἐγγὺς τῶν συντετριμμένων τῇ καρδίᾳ. Ἐκείνην ἔπελθε τὴν ὁδόν. Ἐγγὺς, φησὶ, Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ. Ἐκεῖ αὐτὸν εὑρήσεις, ἐκεῖ συντεύξῃ. Ἐγγύς ἐστι τῶν διαθρυπτόντων πεινῶσι τὸν ἄρτον καὶ ἐλεημοσύνην ἐργαζομένων. Ἐὰν ταύτην ἔλθῃς, εὑρήσεις αὐτὸν ἕτοιμον, ἐπινεύοντά σου τῇ αἰτήσει. Ἔτι γὰρ λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι· καὶ οὐ δεήσῃ 55.448 μεσίτου, ἀλλὰ διὰ σεαυτοῦ τὴν δέησιν ἐπιδώσεις. Ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Τί ποιεῖς, ἄνθρωπε; Προϊὼν μέλλεις ἐρεῖν, Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν· καὶ ἐνταῦθα ἀξιοῖς κατὰ τὸ δίκαιον ἀκουσθῆναι; Τί οὖν ἐστι τὸ λεγόμενον; ∆ικαιοσύνην ἐνταῦθα τὴν φιλανθρωπίαν λέγει, καὶ πολλαχοῦ τῆς Γραφῆς ἴδοι τις ἂν ἐπὶ τοῦ σημαινομένου τούτου τὴν δικαιοσύνην λαμβανομένην, καὶ μάλα εἰκότως· παρὰ μὲν γὰρ τοῖς ἀνθρώποις τὸ δίκαιον ἀπεστέρηται τοῦ ἐλέους, παρὰ δὲ τῷ Θεῷ οὐχ οὕτως, ἀλλὰ ἀναμέμικται τῷ δικαίῳ καὶ ἔλεος, καὶ τοσοῦτον, ὡς καὶ αὐτὴν τὴν δικαιοσύνην φιλανθρωπίαν καλεῖσθαι. Σκόπει γοῦν ἐπὶ τοῦ κατακλυσμοῦ, πόσος μὲν ἦν ὁ ἔλεος, πόσον δὲ τὸ δίκαιον. Εἰ γὰρ καὶ ἐκολάσθησαν ἁμαρτάνοντες οἱ τότε, ἀλλὰ οὐ τὴν ἀξίαν ἔδοσαν δίκην. Μὴ γάρ μοι τὸν ὄγκον ἴδῃς τῶν ὑδάτων, μηδὲ τὸ πλῆθος τῶν ἡμερῶν, ὧν τὸ ναυάγιον ἐκεῖνο παρετείνετο, μηδὲ τὴν οἰκουμένην ἄβυσσον γινομένην. Τί γὰρ τοῦτο πρὸς τοὺς ἀπολωλότας; Ταῦτα γὰρ φόβον μὲν δύναιτ' ἂν ἔχειν ὑπέρογκον, τιμωρίαν δὲ τοῖς τετελευτηκόσιν οὐδεμίαν ἐπάγει. Οἱ γὰρ οὐκ αἰσθανόμενοι τῶν γινομένων πῶς ἐκολάζοντο; ὧν καὶ ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὰ τῆς ἀπωλείας ἐγίνετο, καὶ τὸν σύντομον καὶ κουφότατον ὑπέμειναν θάνατον, καὶ πυρὸς καὶ ξίφους καὶ ἀγχόνης καὶ βασάνων εὐκολώτερόν τε καὶ ἀλυπότερον; Ὥστε ὄψιν μᾶλλον τιμωρίας, ἢ πεῖραν εἶχε τὰ γινόμενα. Παρὰ πάντα τοίνυν τὸν χρόνον μέχρι γήρως ἐσχάτου τοιαῦτα