De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
τῆς διανοίας ποιεῖσθαι κίνησιν. {ΠΑΛΛ.} Εἰκότα ἔφης· ἀποφέρει γάρ πως τὸ αἴνιγμα πρὸς τὸ τῇδε ἔχειν οἴεσθαι τὸν λόγον. {ΚΥΡ.} Πλημμελοῦσι δέ τινες, οὐχ ὑπεσταλμένως, γυμνὴν δὲ ὥσπερ καὶ ἀκατακάλυπτον παντελῶς ἐπιτηδεύοντες τὴν φαυλότητα· καὶ περὶ αὐτῶν ἂν λέγοιτο καλῶς· «Ὧν ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν.» Νενεύκασι γὰρ ἀεὶ πρὸς ἀκαθαρσίαν, καὶ τοῖς κατωτάτω βορβόροις ἐγκαλινδούμενοι, κνώδαλα κατὰ τὸ ἀληθὲς, ἤγουν, ἕτερόν τι παρὰ τοῦτό εἰσιν. Εἶεν δ' ἂν οἱ τοιοίδε πάντη τε καὶ πάντως ἀδρανεῖς τε καὶ εὐάλωτοι, ταῖς εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἡδοναῖς τυραννούμενοι. Ἢ γὰρ οὐχὶ τοιουτοσί πώς ἐστι τῶν ἀπεγνωσμένων ὁ βίος; Γύναιά τε γὰρ τὰ μαχλῶντα καὶ ἑταιριζόμενα, καὶ τὸ πάναισχρόν τε καὶ κιβδηλότατον τῶν θηλυδρίων γένος, καὶ μὴν καὶ ὅσοι διαπρέπουσιν ἐν σκηναῖς, καὶ οἷς ἀκόρεστος ἡ φιλοσαρκία, καὶ τὸ πλανᾶσθαι φίλον εἰς βέβηλον εἰδωλολατρίαν, ἐπάρατον ἀληθῶς διαζῶσι βίον, καὶ τὸν εἰς αἰσχροτάτους ἥκοντα μολυσμούς. Οὐκοῦν καθαρίζει μὲν ὁ νόμος τοὺς ἠῤῥωστηκότας μὲν τὰ ἀνθρώπινα, μὴ μὴν ἔτι καὶ εἰσάπαν ἐκτετραμμένους, ἀνανηχομένους δὲ ὥσπερ εἰς τὸ ὑψοῦ, καὶ οὐχὶ τοῖς ἐπιγείοις ἐνιζήσαντας μόνοις, πεφρονηκότας δὲ καὶ τὰ ἄνω, καὶ μεμερισμένους ὥσπερ Θεῷ τε καὶ κόσμῳ. Καταμιαίνει δὲ αὐτοὺς ὅλῳ χωροῦντας τρόπῳ, πρὸς τὸ ἀκαταλήκτως ἑλέσθαι καὶ δρᾷν καὶ φρονεῖν τὰ σαρκός τε καὶ κόσμου, καὶ ἐπὶ τούτοις μὲν ἅπασαν ἀποδυσαμένους αἰδῶ, γυμνῶς δὲ καὶ ἀπημφιεσμένως ἀσχημονεῖν εἰωθότας. Ἐξίστησι δὲ χρησίμως τῆς πρὸς αὐτοὺς κοινωνίας, τὴν πρὸς ἐκείνους οὐκ ἀτιμάζων. Οὐ γάρ τοι τοῖς φαύλοις ἰέναι κατὰ ταυτὸν, ἀλλὰ τοῖς 68.929 ἐπιεικεστέροις ἀσφαλές. Γέγραπται γὰρ «Ὁ συμπορευόμενος σοφοῖς, σοφὸς ἔσται· ὁ δὲ συμπορευόμενος ἄφροσι, γνωσθήσεται.» Γράφει δὲ καὶ ὁ Παῦλος· «Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.» {ΠΑΛΛ.} Εὖ ἔφης· τὸ γάρ τοι χρῆμά ἐστιν οὐκ ἀσυντελὲς εἰς ὄνησιν. {ΚΥΡ.} Νηκτῶν μὲν δὴ πέρι καὶ τῶν ἐν τοῖς ὕδασι ταυτὶ πρὸς ἡμᾶς αἰνιγματωδῶς ὁ νόμος. Κατευρύνων δὲ ὥσπερ τῶν παραδειγμάτων ἡμῖν τὴν παράθεσιν, ἐπὶ τὰς πτηνῶν ἀγέλας ἐπιφέρει λέγων· «Καὶ ταῦτα βδελύξεσθε ἀπὸ τῶν πετεινῶν, καὶ οὐ βρωθήσεται· βδέλυγμά ἐστι· τὸν ἀετὸν καὶ τὸν γρύπα, καὶ τὸν ἁλιαίετον, καὶ τὸν γύπα, καὶ τὸν ἰκτῖνον, καὶ τὰ ὅμοια αὐτῷ, καὶ στρουθὸν, καὶ γλαῦκα, καὶ λάρον, καὶ τὰ ὅμοια αὐτῷ, καὶ πάντα κόρακα καὶ τὰ ὅμοια αὐτῷ, καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ, καὶ νυκτικόρακα, καὶ καταράκτην, καὶ ἴβιν, καὶ πορφυρίωνα, καὶ πελεκᾶνα, καὶ κύκνον, καὶ ἐρωδιὸν, καὶ χαράδριον καὶ τὰ ὅμοια αὐτῷ, καὶ ἔποπα, καὶ νυκτερίδα, καὶ πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν, ἃ πορεύεται ἐπὶ τέσσαρα, βδελύγματά ἐστιν ὑμῖν. Ἀλλὰ ταῦτα φάγεσθε ἀπὸ τῶν ἑρπετῶν τῶν πετεινῶν, ἃ πορεύεται ἐπὶ τέσσαρα, ἃ ἔχει σκέλη ἀνώτερον τῶν ποδῶν αὐτῶν, πηδᾷν ἐν αὐτοῖς ἐπὶ τῆς γῆς, καὶ ταῦτα φάγεσθε ἀπ' αὐτῶν, τὸν βροῦχον καὶ τὰ ὅμοια αὐτῷ, καὶ τὸν ἀττάκην καὶ τὰ ὅμοια αὐτῷ, καὶ ὀφιομάχην καὶ τὰ ὅμοια αὐτῷ, καὶ τὴν ἀκρίδα καὶ τὰ ὅμοια αὐτῇ. Πᾶν ἑρπετὸν ἀπὸ τῶν πετεινῶν, οἷς εἰσι τέσσαρες πόδες, βδελύγματά ἐστιν ὑμῖν, καὶ ἐν τούτοις μιανθήσεσθε. Πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.» Ἆρά σοι σαφὴς τῶν εἰρημένων ὁ νοῦς; {ΠΑΛΛ.} Ἥκιστά γε. {ΚΥΡ.} Ἢ οὐκ αἰσθάνῃ λοιπὸν, ὡς ἐν ἴσῳ τοῖς ἄλλοις ἠθῶν εἶεν ἂν εἰκόνες καὶ τρόπων διαφοραὶ, τὰ ἑκάστου τῶν ὠνομασμένων ἴδια φυσικῶς; {ΠΑΛΛ.} Πῶς ἔφης; {ΚΥΡ.} Βούλει λέγωμεν ἀνὰ μέρος, ἕκαστα λεπτῶς διακρίναντες; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Ἀποφάσκει τοίνυν ὁ νόμος τὸν ἀετὸν καὶ τὸν γρύπα, καὶ τὸν ἁλιαίετον, καὶ μέντοι τὸν γύπα· διίπταται γὰρ τὰ τοιάδε ὑψοῦ, καὶ τοῖς ἀνωτάτω λίαν ἐναβρύνεσθαι φιλεῖ, καὶ μισεῖ τὰ κάτω· «Νεοσσοὶ γὰρ,» φησὶ, «γυπὸς τὰ ὑψηλὰ πέτονται.» Τοιουτοσί πως δὲ ὁ ἀλαζὼν καὶ ἐξωφρυωμένος ἄγαν, καὶ ἐπηρμένον ἐν ἑαυτῷ τὸν νοῦν ἔχων, καὶ τοῦ μὲν ἐπιεικοῦς καὶ μετρίου