De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
οὐ διφυής ἐστί πως τῆς δικαιοσύνης ὁ τρόπος, εἴς τε ἡμᾶς αὐτοὺς, καὶ μέν τοι καὶ εἰς ἑτέρους κατορθούμενος; {ΠΑΛΛ.} Ἔοικε. {ΚΥΡ.} Ὁπλῇ δὴ οὖν ἐσχισμένῃ, ἤτοι ποδὸς διχηλίᾳ, παρεικάζει πως ἀεὶ τὸν τοιοῦτον ὁ νόμος. Ποῦς γὰρ ἀεὶ, πορείας μὲν ἡμῖν τῆς κατ' ἐνέργειαν πρακτικῆς σύμβολον ἂν εἴη καὶ τύπος· καὶ δή φαμεν, ὀρθῷ διάττειν ποδὶ, τοὺς ἀμωμήτως ἰέναι πρὸς τὸ τελοῦν εἰς ὄνησιν εὖ μάλα προθυμουμένους. Ἀναμέλπει δέ που καὶ ὁ ∆αβίδ· «Ὁ γὰρ ποῦς μου ἔστη ἐν εὐθύτητι,» τοῦτ' ἔστιν, ἐν δικαιοσύνῃ πεπόρευμαι καὶ εὐθύτητι· μεμίσηκα δὲ τὸ διεστραμμένον. Περὶ δέ γε τῶν φιλαμαρτημόνων· «Ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα, σύντριμμα δὲ καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν.» Οὐκοῦν τῆς μὲν ἐν ἔργοις πορείας σύμβολον ὁ ποῦς. ∆ιχηλιὰ δέ γε τύπος ἂν εἴη σαφὴς τοῦ ἐπ' ἄμφω βαίνειν ἡμᾶς ὀρθῶς καὶ ἀνεπιπλήκτως δύνασθαι, εἰς τὸ καθ' ἡμᾶς αὐτοὺς, καὶ μέν τοι καὶ εἰς ἑτέρους. {ΠΑΛΛ.} Πιθανὸς ὁ λόγος. {ΚΥΡ.} Εἴ τις οὖν εἴη τυχὸν, ὀρθῶς καὶ ἐπιστημόνως ἐπ' ἄμφω βαίνειν εἰδὼς, ἑαυτόν τε καὶ ἑτέρους ὠφελεῖν οἷός τε, τῇ τῶν ἠθῶν ποιότητι λέγω, καὶ πρός γε δὴ τούτῳ, νουνεχὴς καὶ ἐμφρονέστατος, καὶ τοῖς περὶ Θεοῦ λόγοις ἐναύλιον ὥσπερ τι καὶ ἐνδιαίτημα διδοὺς τὴν καρδίαν, ἄνω τε καὶ κάτω στρέφων ἀείπως ἐν ἑαυτῷ τὰς τῶν θείων δογμάτων ἐννοίας, καὶ διὰ τοῦτο πυκνῶς καὶ ἐμφρόνως ἐξερευνᾷν, καταλεπτύνων τρόπον τινὰ τὰ οὕτω τῶν νοημάτων ἀκριβῶς ἐγνωσμένα, ζώῳ που πάντως ἔσται προσεοικὼς ἀναφέροντι τὸν μηρυκισμὸν, καὶ τὴν ἐν κοιλίᾳ τροφὴν ἀνερευγομένῳ ἀεὶ, καὶ τοῖς ὀδοῦσιν ὑπάγοντι, ὡς ἂν καὶ ἔτι καταλεαίνοιτο, καὶ τῷ τῆς πέψεως ἰσχνῷ χωροίη πρὸς ὄνησιν. {ΠΑΛΛ.} Εὖ λέγεις. {ΚΥΡ.} Καθαρὸν δὲ εἶναί φησι τὸ ζῶον, ὅπερ ἂν ἔχῃ πρὸς διχηλοῦσαν ὁπλὴν ἐκτελευτῶντα τὸν πόδα, ἀνακομίζει τε αὖ τὸν ἐν κοιλίᾳ μηρυκισμόν· ὁ γὰρ εἶναι πεφυκὼς ἄριστός τε καὶ ἀγαθὸς εἰς ἑαυτὸν καὶ ἑτέρους, προσειληφὼς δὲ καὶ τὸ φιλόλογον καὶ τὸ εἰς γνῶσιν ἐντριβὲς, δῆλον δὲ ὅτι τὴν ἐπὶ Θεῷ, ἄρτιος ἔσται πρὸς ἀρετὴν, καὶ ἀμωμήτως ἔχων ἔν γε τοῖς καθ' ἑαυτὸν, πρὸς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων· κἂν εἰ μέτοχός τις τοῦ τοιοῦδε γένοιτο τυχὸν, κατὰ μάθησιν λέγω, καὶ οἱονείπως καταθοινήσαιτο τὸν παρ' αὐτοῦ λόγον, κἂν εἰ γένοιτο μιμητὴς, ἕλοιτό τε ζηλοῦν τὸν ὧδε διαπρεπῆ καὶ ἐξαίρετον, ἀβέβηλος ἔσται καὶ καθαρός. Συνδιαιτήσεται γὰρ καθαρῷ, καὶ τῆς ἐν αὐτῷ συνέσεως καὶ χρηστομαθίας ἐκμαγεῖον ὥσπερ τι τὸν οἰκεῖον εὐθὺς ἀναδείξει τρόπον. Τοῦτο, οἶμαι, ἐστὶ τὸ δεῖν ἐσθίειν ἡμᾶς ἀπὸ παντὸς ζώου κατασχίζοντος φυσικῶς εἰς ὁπλὴν τὸν πόδα, καὶ ἀνάνον 68.921 τος μηρυκισμόν. Καθαρὰ γὰρ τὰ τοιάδε φησὶν ὁ νόμος, κατά γε τὸν ἀρτίως γεγονότα λόγον. {ΠΑΛΛ.} Συνῆκα ὃ φής. {ΚΥΡ.} Τὸν μὲν οὖν ἄριστόν τε καὶ ἀρτίως ἔχοντα πρὸς ἀρετὴν, ὑπέδειξεν αἰνιγματωδῶς, ὡς ἔν γε δὴ ζώῳ, τῷ διχηλεῖν πεφυκότι, καὶ ἀνάγοντι μηρυκισμόν. Ὅτι δὲ καλὸν καὶ ὀνησιφόρον ἀποσείεσθαι φιλεῖν τὸν οὐχ ὧδε ἔχοντα γνώμης, καὶ οἱονεὶ χωλεύοντα πρὸς τὸ ἀγαθὸν, καὶ τελειότητος τῆς εἰς ἀρετὴν ἰόντα κατόπιν, παρεγγυᾷ πάλιν, οὔτε τοῖς ἀνάγουσι μηρυκισμὸν, δίχα τοῦ κεκτῆσθαι τὸ διχηλοῦν, οὔτε μὴν τοῖς διχηλεῖν πεφυκόσιν, εἰ μηρυκισμὸν οὐκ ἔχοιεν, τὴν ἀρίστην ψῆφον ἐπενεγκὼν, καταγράφων δὲ μᾶλλον αὐτῶν τὸ ἀκάθαρτον, καὶ τοῖς καταμιαίνειν εἰδόσι τιθεὶς ἐναρίθμια. Πρακτικῆς μὲν οὖν ἐνεργείας καὶ ποιότητος τρόπων, τὴν τοῦ ποδὸς διχηλίαν, τύπον εἶναι διαβεβαιούμεθα, φρονοῦντες ὀρθῶς, καὶ τὰ αἰνιγματωδῶς εἰρημένα μεταχαράττοντες εἰς ἀλήθειαν. Τὸν δέ γε μηρυκισμὸν, λόγου τε κατ' εὐσέβειαν, καὶ δογματικῆς ἐπιστήμης, ὀρθῆς τε καὶ ἐντριβοῦς σημεῖον εἶναι διοριζόμεθα. Ἢ οὐχ ὧδε ἔχει; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν; {ΚΥΡ.} Ἀτελὴς οὖν ἄρα πρὸς ἀρετὴν νοοῖτ' ἂν εἰκότως, καὶ τοῦ χρῆναι θαυμάζεσθαι καθεστήκει μακρὰν, ὁ ἔργοις μὲν ἐπαυχῶν ἀγαθοῖς, ὀρθότητος δὲ τῆς δογματικῆς ἡττώμενος, καὶ λόγους οὐκ ἔχων τῆς ἀληθείας εἰς νοῦν. Ἀληθὲς δὲ ὅτι καὶ τὸ ἔμπαλιν, οὐκ ἀσυμφανές· δογματικὴ γὰρ ὀρθότης, καὶ λόγων τῶν θείων ἡ γλυκεῖα φροντὶς, ἡμᾶς ὀνήσειεν ἂν οὐδὲν, εἴς γε τὸ