212
δυσμῶν ἐπὶ τῷ εἰς τὸν παράδεισον κατὰ ἀνατολὰς ἀνάγειν. 983 Ps 102,13.14a Μᾶλλον δὲ καθ' ὑπερβολὴν ὑπερεχόντως οἰκτείρει θεὸς τοὺς φοβουμένους αὐτόν, εἰς τάξιν υἱῶν αὐτοὺς θέμενος τῷ αὐτὸν ἑκάστῳ ἡμῶν ἐγνωκέναι πλάσμα. οὐδὲ γὰρ μισῶν τι κατεσκεύασεν, ἀλλ' ἐπιστάμενος τὰς καρδίας τῶν ἀνθρώπων ας κατὰ μόνας επλασεν οιδεν τί ἑκάστῳ ἡμῶν συμφέρει. καὶ ων εχομεν δύναμιν καὶ ἀφορμήν, καὶ ταῦτα δίδωσιν ἐπὶ τῷ κατ' ἐνέργειαν ἡμᾶς αὐτὰ εχοντας υἱοὺς αὐτοῦ γενέσθαι. ∆υνατὸν ἐκλαβεῖν τὸ Οτι αὐτὸς εγνω τὸ πλάσμα ἡμῶν καὶ ουτως· πεῖραν ελαβε τοῦ πλάσματος ἡμῶν· γενάμενος σὰρξ εσχε φυσικὴν διάθεσιν ωστε υἱοὺς ἡμᾶς ἑαυτοῦ λογίσασθαι. 984 Ps 102,14b Οιδεν ὡς δημιουργὸς τῆς φύσεως ἡμῶν τὴν ἀσθένειαν. εἰ γὰρ καὶ μὴ πᾶσα ἡ κατασκευὴ ἡμῶν ἐκ χοός ἐστιν (εχομεν γὰρ καὶ νοερὰν φύσιν ἐν ἑαυτοῖς κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ τυγχάνουσαν), ἀλλά γε ἐν ταῖς πρὸς θεὸν ἱκεσίαις συλλήπτορα καὶ εὐεργέτην εχειν αὐτὸν ἀξιοῦντες τὸ ὑποδεέστερον καὶ ἀσθενέστερον τῶν ἐν ἡμῖν προφέροντές φαμεν Μνήσθητι, κύριε, οτι χοῦς ἐσμεν· διὸ βοήθησον τῇ ἀσθενείᾳ καὶ τῇ εὐτελείᾳ ἡμῶν. 985 Ps 102,15 ̓Ακολούθως τῷ Μνήσθητι, κύριε, οτι χοῦς ἐσμεν οὐ περὶ τοῦ εσω ἀνθρώπου ἀλλὰ περὶ τοῦ εξω τὰ προκείμενα διαγορεύει. κατὰ γὰρ τὴν ενυλον καὶ μετὰ σαρκὸς ζωὴν ἡμέρας τινὰς εχομεν τὰς συμπληρούσας ἡμῖν τὸν παρεκτείνοντα χρόνον τῆς μετὰ σαρκὸς ζωῆς παραβαλλομένας χόρτῳ ξηραινομένῳ. τούτοις συνῳδὰ καὶ ὁ ̔Ησαίας φησι Πᾶσα σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ανθος χόρτου· ἀνέτειλεν ὁ ηλιος καὶ ἐξήρανε τὸν χόρτον, καὶ τὸ ανθος αὐτοῦ ἐξέπεσεν. παρίστησι δὲ ταῦτα τὰς ἐν τῷ βίῳ τούτῳ ὑπαρχούσας τοῖς μετὰ σαρκὸς ζῶσι δοκούσας εὐημερίας πλούτους δόξας ἀξιώματα καὶ τὰς αλλας εὐπραγίας, αιπερ δίκην ανθους καὶ χόρτου ἀπορρεῖ καὶ μαραίνεται ὡς μηδὲ γεγονέναι δοκεῖν. 986 Ps 102,17.18 Νοήσεις δὲ καὶ αλλως υἱοὺς τῶν δικαίων ἀνδρῶν τοὺς τῶν εργων αὐτῶν ζηλωτάς· ουτως τὸ ελεος ἐπὶ τοὺς φοβουμένους αὐτὸν ἀπερίγραφόν ἐστιν ἀπὸ τοῦ αἰῶνος καὶ εως τοῦ αἰῶνος παρατεῖνον. οὐ γὰρ ποτὲ μὲν ἐλεεῖ, ποτὲ δὲ οὐ· φύσει γὰρ ἀγαθὸς ων ἀεὶ ἐλεεῖ. ἀλλὰ καὶ ἡ σύζυγος τῷ ἐλέει τούτῳ δικαιοσύνη· οὐδ' αὐτὴ περιοριζομένη χρόνῳ, εἰς πάσας ἐκτείνεται τὰς γενεάς, ἐπὶ υἱοὺς υἱῶν καὶ εἰς πᾶσαν διαδοχὴν παραμένουσα, ὡς ἀεὶ τὴν δικαιοσύνην ταύτην εχειν μετὰ τοῦ ἐξ αἰῶνος εἰς αἰῶνα ἐλέου τοὺς φυλάσσοντες τὴν διαθήκην τοῦ θεοῦ, οι καὶ ἐνεγράφησαν διὰ τοῦ πράττειν τὰ ἀγαθὰ κληρονόμοι τῶν μελλουσῶν ἐπαγγελιῶν. Ουτω γὰρ φυλάσσοντες αὐτὴν καὶ μεμνήσονται τῶν τοῦ θεοῦ ἐντολῶν ἐπὶ τῷ ποιεῖν αὐτάς. δέδονται γὰρ αυται οὐκ ἐπὶ τῷ μνήμην αὐτῶν ψιλὴν ειναι ἀλλὰ μνήμην εἰς τὸ ποιῆσαι. οτι δὲ εἰς τὸ ποιεῖν δέδονται, καὶ ὁ σωτὴρ παρίστησιν εἰπὼν ̔Ο εχων τὰς ἐντολάς μου καὶ ποιῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με. τῆς γὰρ ποιήσεως ἀλλ' οὐ τῆς μνήμης αὐτῶν μόνης μισθὸς καὶ κληρονομία αἱ ἐπαγγελίαι. 987 Ps 102,19 Καὶ ἐν αλλοις ειρηται οὐκ ἐν τόπῳ ειναι τὸν θεόν, ἀκολουθίᾳ δέ τινι καὶ οἰκονομίᾳ λέγεσθαι αὐτὸν οἰκεῖν ἐν οὐρανῷ. ἀκολούθως ουν ἐκείνοις καὶ ἐνταῦθα ἐν οὐρανῷ ἡτοιμακέναι τουτέστιν ἱδρυκέναι τὸν θρόνον τῆς βασιλείας ειρηται, τῆς ἀρχῆς αὐτοῦ καὶ βασιλείας οὐ μόνον τῶν ἐν οὐρανῷ ἀλλὰ καὶ πάντων ἁπαξαπλῶς κρατούσης καὶ δεσποζούσης. 988 Ps 102,20a Οὐ τὸν προφήτην ανθρωπον οντα ἀλλὰ τὸ ἐν αὐτῷ πνεῦμα αγιον ἡγητέον προστάττειν τοῖς ἀγγέλοις τὰ ἐγκείμενα· πάντες γάρ φησιν οἱ αγγελοι αὐτοῦ (δηλονότι τοῦ κυρίου) εὐλογεῖτε αὐτόν. προστάττον δὲ πᾶσι τοῖς ἀγγέλοις τὸ πνεῦμα, ετερον αὐτῶν κατ' οὐσίαν ἐστίν. εἰ δὲ τοῦτο, πῶς θρασέως ἐτόλμησάν τινες τῆς τάξεως τῶν ἀγγέλων αὐτὸ φάναι, καίτοι ἁπάντων ετερόν τι ον;
989 Ps 103, 1δ Μεγαλοπρέπειαν ἐνεδύσατο τῷ ἐν μεγάλοις καὶ ὑπεραίρουσιν
εχειν τὸ πρέπον, ἐξομολόγησιν δὲ τῷ πᾶσαν συμφωνίαν τὴν ἐναρμόνιον εχειν περὶ