De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
μαρτυρίου, καὶ δόξης Κυρίου ἐπληρώθη ἡ σκηνή. Καὶ οὐκ ἠδυνήθη Μωσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπ' αὐτὴν ἡ νεφέλη, καὶ δόξης Κυρίου ἐπλήσθη ἡ σκηνή. Ἡνίκα δὲ ἀνέβη ἀπὸ τῆς σκηνῆς, ἀνεζεύγνυσαν οἱ υἱοὶ Ἰσραὴλ σὺν τῇ ἀπαρτίᾳ αὐτῶν· εἰ δὲ μὴ ἀνέβη ἡ νεφέλη, οὐκ ἀνεζεύγνυσαν ἕως τῆς ἡμέρας, ἧς ἀνέβη ἡ νεφέλη· νεφέλη γὰρ ἦν ἐπὶ τῆς σκηνῆς ἡμέρας, καὶ πῦρ ἦν ἐπ' αὐτῆς νυκτὸς, ἐναντίον παντὸς Ἰσραὴλ, ἐν πάσαις ταῖς ἀναζυγαῖς αὐτῶν.» Ἀναδεδειγμένης γὰρ ἐν κόσμῳ τῆς ἁγίας καὶ ἀληθεστέρας σκηνῆς, τοῦτ' ἔστι, τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, φῶς περιελάμπετο Χριστοῦ, καὶ ἡ νεφέλη ὥσπερ τις πνευματικὴ δρόσος ἡμᾶς τοῖς ἄνωθεν πλουσίως καταπιαίνουσα, τὸν θεῖον ναὸν ἀναπίμπλησι. Πλὴν, οὐκ ἠδυνήθη, φησὶν, εἰσελθεῖν ὁ Μωσῆς, οὐ γὰρ εἰσβέβηκεν ὁ Ἰσραὴλ, τὴν τοῦ θείου φωτὸς προσβολὴν ἐνεγκεῖν οὐ δυνάμενος, ἐπείτοι οὐδὲ συνῆκε τὸ Χριστοῦ μυστήριον, ἀλλ' οὐδὲ προσήκατο τὸν ἐν πνεύματι φωτισμὸν, οὐδὲ τεθέαται τοῖς τῆς διανοίας ὄμμασι τὴν δόξαν Κυρίου, ᾧ καὶ ὡς ἐν τύπῳ νεφέλης, ἀπαίροντι μὲν τοῦ κόσμου καὶ πρὸς τὰ ἄνω βαδίζοντι, συναπαίρομεν κατ' ἴχνος ἰόντες τὸ δεσποτικὸν ἐνεκαίνισε γὰρ ἡμῖν τὴν πρόσφατόν τε καὶ ζῶσαν ὁδὸν, τὴν εἰς τὰ ἄνω φημὶ καὶ ἐν οὐρανῷ, ἀναπαυομένῳ δὲ ὥσπερ 68.693 καὶ καταλύοντι, συναναπαυόμεθα καὶ συγκαταλύσομεν. Ἀπαιρούσῃ δὲ τῇ νεφέλῃ, συναπῆρεν ὁ λαός· καὶ καταλυούσης, συγκατηυλίζετο· «Νεφέλη γὰρ ἦν, φησὶν, ἐπὶ τῆς σκηνῆς τὴν ἡμέραν, καὶ πῦρ τὴν νύκτα.» Καταπιαίνει μὲν γὰρ ὁ Χριστὸς χαρίσμασι τοῖς πνευματικοῖς, τοὺς ὥσπερ ἐν ἡμέρᾳ καὶ φωτὶ γεγονότας, διά γε τοῦ τὴν ἐπ' αὐτῷ γνῶσιν λεπτῶς τε καὶ ἐξητασμένως ἑλεῖν, καὶ ἐκλελαμπρύνθαι τὸν νοῦν· καταφωτίζει δὲ τοὺς ἀμαθεστέρους ἔτι. Σκότος δὲ ὅλως κοσμικῆς ἀπάτης οὐκ ἔστιν ἐν Ἐκ-κλησίαις, περιαστράπτοντος αὐτὰς τοῦ Χριστοῦ, καὶ νοητῷ φωτὶ τὰ σύμπαντα καταυγάζοντος· οὐ γάρ ἐσμεν νυκτὸς, οὐδὲ σκότους, ἀλλ' υἱοὶ φωτὸς καὶ ἡμέρας, κατὰ τὸ γεγραμμένον. {ΠΑΛΛ.} Ὀρθῶς ἔφης. {ΚΥΡ.} Προσθέντες δὲ τούτοις, καὶ οὐκ ἐν μήκει λόγων, τοὺς ἐπί γε τῇ σκηνῇ νόμους, τάς τε τῶν λαῶν δωροφορίας, καὶ μὴν καὶ ἀπάρσεις καὶ συναυλισμοὺς, ἀφηγησόμεθα· ἴοι γὰρ ἂν οὕτω πρὸς οἶμον ὀρθὴν ὁ λόγος. {ΠΑΛΛ.} Σύμφημι. {ΚΥΡ.} ∆εδικαίωκε τοίνυν ὁ νομοθέτης καὶ κριτὴς ἐν μόνῃ δὴ χρῆναι τῇ ἁγίᾳ σκηνῇ τὰς θυσίας ἐπιτελεῖν, τοὺς εἴπερ ἂν ἕλοιντο τοῦτο δρᾷν, ἀφιστὰς, οἶμαί που, τῆς ἑώλου ψευδολατρείας, τῆς ἐν Αἰγύπτῳ φημὶ, ἔνθα πολὺς μὲν ὁ τῶν εἰδώλων ἐμπαιγμὸς, θεῶν τε τῶν ψευδωνύμων ἡ ἀκαλλεστάτη πληθὺς, οὐδὲ αὐτοῖς τάχα που τοῖς προσκυνεῖν ᾑρημένοις γνωρίζεσθαι δυναμένη· ἀνεῖται δὲ καὶ τὸ θύειν, ὥσπερ ἂν ἕλοιτό τις, κατά γε τὸ ὑπό του τῶν παρ' Ἕλλησι σοφῶν ἀτημελῶς εἰρημένον, ἄλλος δ' ἄλλῳ ἔρεζε θεῶν. Ἀφιστὰς οὖν τῆς οὕτω ψυχρᾶς τε καὶ βεβήλου τριβῆς καὶ συνηθείας ἀλογωτάτης, ἔφη πάλιν ἐν τῷ Λευιτικῷ· «Λάλησον πρὸς Ἀαρὼν καὶ πρὸς τοὺς υἱοὺς αὐτοῦ, καὶ πρὸς πάντας τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Τοῦτο τὸ ῥῆμα ὃ ἐνετείλατο Κύριος λέγων· Ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ, ἢ τῶν προσ-κειμένων ἐν ὑμῖν, ὃς ἂν, σφάξῃ μόσχον ἢ πρόβατον, ἢ αἶγα ἐν τῇ παρεμβολῇ, καὶ ὃς ἐὰν σφάξῃ ἔξω τῆς παρεμβολῆς, καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ, ὥστε ποιῆσαι αὐτὸ εἰς ὁλοκαύτωμα, ἢ σωτήριον τῷ Κυρίῳ, δεκτὸν εἰς ὀσμὴν εὐωδίας· καὶ ὃς ἂν σφάξῃ ἔξω ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ μὴ ἐνέγκῃ αὐτὸ, ὥστε μὴ προσενέγκῃ δῶρον Κυρίῳ ἀπέναντι τῆς σκηνῆς Κυρίου, καὶ λογισθήσεται τῷ ἀνθρώπῳ ἐκείνῳ, αἷμα ἐξέχεεν, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς.» Αἷμα μὲν οὖν ἐκχεῖν, καὶ τοῖς εἰς μιαιφωνίαν ἐγκλήμασιν ἔνοχον ἔσεσθαι τὸν ἔξω θύοντα τῆς σκηνῆς. Ἑαυτὸν γὰρ ὥσπερ διεχρήσατό τις, καὶ τὴν οἰκείαν ὠλόθρευσε ψυχὴν, ὁ Θεοῦ μὲν τοῦ κατὰ φύσιν ἀφιστὰς αὐτὴν, προσνέμων δὲ λίθοις καὶ ξύλοις καὶ ταῖς τῶν δαιμονίων ἀπάταις ἀνατιθείς. Ὅτι δὲ οὐ πᾶν ἁπλῶς θῦμα παρὰ τὰς θύρας ἄγεσθαι προστέταχε τῆς σκηνῆς, ἀλλ' ὅπερ ἕλοιτό τις εἰς θυσίαν ἀναθεῖναι Θεῷ,