177
μόνῃ τῶν ἀντιμαχομένων τὸ δόγμα τῆς εὐσεβείας κρατύ νεσθαι, ἀλλ' ἐν ἑαυτῷ μάλιστα τὴν ἰσχὺν ἔχειν. ὡς οὖν ἐστι δυνατόν, δι' εὐτονωτέρας τῆς συνηγορίας βεβαιωθήτω παρ' ἡμῶν αὐτῶν ὁ ἀντικείμενος λόγος, ὡς ἂν τὸ ὑπερ βάλλον τῆς δυνάμεως διαγνωσθείη κατὰ πολλὴν πεποί θησιν, καὶ τὰ παρειμένα παρὰ τῶν ἐναντίων εἰς ἀκριβῆ βάσανον τῆς ἀληθείας ἡμῶν προφερόντων. ἐρεῖ γὰρ ἴσως ὁ τοῖς ἐναντίοις ἰσχυριζόμενος, ὅτι οὐ πάντως ἡ τοῦ υἱοῦ καὶ τοῦ γεννήματος κλῆσις τὸ κατὰ τὴν φύσιν οἰκεῖον 3.1.114 παρίστησι. καὶ γὰρ καὶ τέκνον τις ὀργῆς ἐν τῇ γραφῇ λέγεται καὶ ἀπωλείας υἱὸς καὶ γέννημα ἐχίδνης, καὶ οὐ δήπου κοινότης τις φύσεως τοῖς τοιούτοις ὀνόμασι συναν εφάνη. οὐ γὰρ ταὐτόν ἐστι τῷ ὑποκειμένῳ Ἰούδας, ὁ τῆς ἀπωλείας υἱὸς ὠνομασμένος, καὶ αὐτὴ κατὰ τὸ νοού μενον ἡ ἀπώλεια. ἄλλο γὰρ τοῦ κατὰ τὸν Ἰούδαν ἀν 3.1.115 θρώπου καὶ ἕτερον τῆς ἀπωλείας τὸ σημαινόμενον. ὁμοίως δὲ καὶ ἐκ τοῦ ἐναντίου τὴν ἴσην κατασκευὴν ὁ λόγος ἔχει. υἱοὶ γὰρ φωτός τινες καὶ υἱοὶ ἡμέρας λεγόμενοι οὐ ταὐτόν εἰσι τῷ φωτὶ καὶ τῇ ἡμέρᾳ κατὰ τὸν λόγον τῆς φύσεως, καὶ τέκνα τοῦ Ἀβραὰμ οἱ λίθοι γίνονται, ὅταν διὰ τῆς πίστεως καὶ τῶν ἔργων τὴν συγγένειαν τὴν πρὸς αὐτὸν οἰκειώσωνται, καὶ οἱ τῷ πνεύματι τοῦ θεοῦ ἀγόμενοι, καθ ώς φησιν ὁ ἀπόστολος, υἱοὶ θεοῦ λέγονται, οὐ ταὐτὸν ὄντες τῷ θεῷ κατὰ τὴν φύσιν, καὶ πολλὰ τοιαῦτα παρὰ τῆς θεοπνεύστου γραφῆς ἔστιν ἀναλέξασθαι, δι' ὧν ἡ ἀπάτη καθάπερ εἰκών τις ἐπηνθισμένη ταῖς γραφικαῖς μαρτυρίαις τὸ τῆς ἀληθείας εἴδωλον ὑποκρίνεται. 3.1.116 Τί οὖν ἡμεῖς πρὸς τοῦτό φαμεν; οἶδεν ἡ θεία γραφὴ κατ' ἀμφοτέρων τῶν ἐννοιῶν κεχρῆσθαι τοῦ υἱοῦ τῇ φωνῇ, ὥστε τισὶ μὲν ἐκ φύσεως, τισὶ δὲ ἐπισκευαστὴν καὶ ἐπί κτητον εἶναι τὴν τοιαύτην προσηγορίαν. ὅταν μὲν γὰρ υἱοὺς ἀνθρώπων καὶ υἱοὺς λέγῃ κριῶν, τὴν κατ' οὐσίαν τοῦ γεν νηθέντος πρὸς τὸν ἐξ οὗ γέγονε σχέσιν ἀποσημαίνει· ὅταν δὲ υἱοὺς δυνάμεως ἢ τέκνα λέγῃ θεοῦ, τὴν ἐκ προαιρέσεως 3.1.117 γινομένην ἀγχιστείαν παρίστησι. καὶ μέντοι καὶ κατὰ τὴν ἐναντίαν διάνοιαν οἱ αὐτοὶ καὶ υἱοὶ Ἠλεὶ καὶ υἱοὶ λοιμοὶ ὠνομάσθησαν, πρὸς ἑκάτερον νόημα τῆς τῶν υἱῶν προση γορίας εὐαρμόστως ἐχούσης. τῷ μὲν γὰρ υἱοὶ τοῦ Ἠλεὶ κληθῆναι τὸ κατὰ τὴν φύσιν συγγενὲς πρὸς ἐκεῖνον ἔχειν ἐμαρτυρήθησαν, λοιμοὶ δὲ υἱοὶ κατονομασθέντες ἐπὶ τῇ τῆς προαιρέσεως μοχθηρίᾳ κατηγορήθησαν, ὡς οὐχὶ τὸν πατέρα ζηλοῦντες τῷ βίῳ, ἀλλὰ τῇ κακίᾳ τὴν προαίρεσιν 3.1.118 ἑαυτῶν οἰκειώσαντες. ἐπὶ μὲν οὖν τῆς κάτω φύσεως καὶ τῶν καθ' ἡμᾶς πραγμάτων διὰ τὸ πρὸς ἑκάτερον ἐπιρρε πῶς τὸ ἀνθρώπινον ἔχειν, πρὸς κακίαν λέγω καὶ ἀρετήν, ἐφ' ἡμῖν ἐστιν ἢ νυκτὸς ἢ ἡμέρας υἱοὺς γενέσθαι, μενούσης κατὰ τὸ προηγούμενον ἐν τοῖς ἰδίοις ὅροις τῆς φύσεως. οὔτε γὰρ ὁ διὰ κακίαν ὀργῆς τέκνον γενόμενος τῆς ἀνθρω πίνης ἠλλοτριώθη γεννήσεως, οὔτε ὁ τῷ ἀγαθῷ διὰ προ αιρέσεως ἑαυτὸν οἰκειώσας τὸ ἐξ ἀνθρώπων φῦναι διὰ τῆς ἀστειότητος τῶν ἐπιτηδευμάτων ἀπώσατο, ἀλλὰ τῆς φύ σεως ὁμοίως ἐφ' ἑκατέρων ἑστώσης αἱ κατὰ τὰς προ αιρέσεις διαφοραὶ τὰ ὀνόματα τῆς οἰκειότητος ὑποδύονται, ἢ θεοῦ τέκνα δι' ἀρετῆς ἢ τοῦ ἀντικειμένου διὰ κακίας γινόμεναι. 3.1.119 Ἐπὶ δέ γε τῶν θείων δογμάτων 20ὁ τὴν φυσικὴν διασῴζων τάξιν20 Εὐνόμιος (αὐτοῖς γὰρ χρήσομαι τοῦ λογογράφου τοῖς ῥήμασι) 20καὶ τοῖς ἄνωθεν ἐγνω σμένοις ἐμμένων καὶ γεννητὸν ὄντα γέννημα λέγειν οὐ παραιτούμενος, τῆς γεννηθείσης αὐτῆς20, ὥς φησιν, 20οὐσίας καὶ τῆς τοῦ υἱοῦ προσ ηγορίας τὴν τοιαύτην τῶν ὀνομάτων οἰκειου μένης σχέσιν20, πῶς ἀλλοτριοῖ τῆς κατ' οὐσίαν οἰκειό 3.1.120 τητος τὸ γεννηθὲν τοῦ γεννήσαντος; ἐπὶ μὲν γὰρ τῶν ἐπὶ διαβολῇ λεγομένων υἱῶν ἢ γεννημάτων ἢ πάλιν ἐφ' ὧν ἔπαινός τις παρομαρτεῖ τοῖς τοιούτοις ὀνόμασιν οὐκ ἔστιν εἰπεῖν ὅτι ἀληθῶς τις παρὰ τῆς ὀργῆς γεννηθεὶς τέκνον ὀργῆς προσηγόρευται, οὐδ' αὖ πάλιν ἡμέραν τις σωματικῶς ἔσχεν ἑαυτοῦ μητέρα, ὥστε υἱὸς ταύτης ὀνομασθῆναι, ἀλλ' ἡ τῶν προαιρέσεων διαφορὰ ποιεῖται τὰ τῆς τοιαύτης συγ γενείας ὀνόματα. ἐνταῦθα δέ φησιν ὁ Εὐνόμιος ὅτι 20γεν νητὸν