170
χρήσιμος ὁ ἔπαινος (ἀλλ' οὐκ ἂν ἠκριβολογησάμην· μὴ μέ τις ἀγροικίας γραφέτω)· ἐπειδὴ δὲ μηδὲν τὸ πλέον, ἀλλὰ καὶ βλάβη, λύσωμεν τὸ κώλυμα, ἀνέλωμεν τὰ σκιρτήματα, ἐκκόψωμεν τὰ πηδήματα τῆς ψυχῆς. Ὁ Χριστὸς ἐδημηγόρησεν ἐπὶ τοῦ ὄρους· ἀλλ' οὐδεὶς οὐδὲν εἶπεν, ἕως ὅτε τὸν λόγον ἐτέλεσεν. Οὐκ ἀποστερῶ τοὺς βουλομένους κροτεῖσθαι, ἀλλὰ μᾶλλον θαυμάζεσθαι ποιῶ. Πολλῷ βέλτιον μετὰ σιγῆς ἀκούσαντα, διὰ τῆς μνήμης ἐν παντὶ τῷ χρόνῳ κροτεῖν, καὶ ἐν οἰκίᾳ καὶ ἐν ἀγορᾷ, ἢ πάντα ἀπολέσαντα ἀπέρχεσθαι οἴκαδε κενὸν, οὐκ ἔχοντα τῶν κρότων τὴν ὑπόθεσιν. Πῶς γὰρ οὐ καταγέλαστος ὁ ἀκροατής; πῶς οὐ κόλαξ καὶ εἴρων νομισθήσεται μᾶλλον, ὅτι μὲν καλῶς εἶπεν ὁ διδάσκαλος ἀποφαινόμενος, τί δὲ εἶπεν οὐκ ἔχων δεῖξαι; Τοῦτο κολακείας ἐστίν. Ὁ μὲν γὰρ κιθαρῳδῶν ἀκούσας καὶ τραγῳδῶν, εἰκότως ἂν τοῦτο πάθοι, ἅτε οὐκ εἰδὼς ὁμοίως τὴν ῥῆσιν εἰπεῖν· ἔνθα δὲ οὐ μέλους ἐπίδειξίς ἐστιν οὐδὲ φωνῆς, 60.227 ἀλλὰ νοημάτων καὶ φιλοσοφίας δύναμις, καὶ παντὶ ῥᾴδιον εἰπεῖν καὶ ἀπαγγεῖλαι, πῶς οὐκ ἄξιος κατηγορίας ὁ μὴ δυνηθεὶς εἰπεῖν τὴν αἰτίαν, δι' ἢν ἐπῄνεσε τὸν λέγοντα; Οὐδὲν οὕτω πρέπον ἐκκλησίᾳ ὡς σιγὴ, ὡς εὐταξία. Θεάτροις ἐπιτήδειος ὁ θόρυβος καὶ βαλανείοις καὶ πομπαῖς καὶ ἀγοραῖς· ἔνθα δὲ περὶ τοιούτων δογμάτων ἡ διδασκαλία, γαλήνη καὶ ἡσυχία καὶ φιλοσοφία, καὶ πολὺς ὁ λιμὴν εἶναι ὀφείλει. Ταῦτα δέομαι καὶ ἀντιβολῶ πάντας εἰδέναι. Περίειμι γὰρ καὶ αὐτὸς τρόπους παντοίους ἐπιζητῶν, δι' ὧν ὠφελῆσαι δυνήσομαι τὰς ὑμετέρας ψυχάς. Οὐ μικρὸς καὶ οὗτος ὁ τρόπος εἶναί μοι δοκεῖ· οὐχ ὑμᾶς ὠφελήσει μόνους, ἀλλὰ καὶ ἡμᾶς. Οὐκ ἀφήσει ἐκτραχηλίζεσθαι, οὐδὲ ἐπαίνων καὶ δόξης ἐρᾷν, οὐδὲ τὰ τέρποντα λέγειν, ἀλλὰ τὰ ὠφελοῦντα· οὐδὲ περὶ συνθήκας καὶ κάλλη λέξεων, ἀλλὰ περὶ νοημάτων δύναμιν πᾶσαν ἀπασχολεῖν τοῦ καιροῦ τὴν ῥοπήν. Εἴσελθε εἰς ζωγραφεῖον, καὶ ὄψει πολλὴν ἐκεῖ τὴν σιγήν. Οὐκοῦν καὶ ἐνταῦθα· καὶ γὰρ καὶ ἐνταῦθα εἰκόνας γράφομεν βασιλικὰς, καὶ οὐδεμίαν ἰδιωτικὴν, διὰ τῶν χρωμάτων τῆς ἀρετῆς. Τί τοῦτο; πάλιν κροτεῖτε; Οὐκ εὔκολον τὸ 60.228 πρᾶγμα δοκεῖ, καὶ τοῦτο οὐ φύσει, ἀλλὰ τῷ συνηθείᾳ πολλῇ μήπω κατορθοῦν αὐτὸ μεμαθηκέναι. Γραφὶς τοίνυν ἐστὶν ἡμῖν γλῶττα, τεχνίτης δὲ τὸ Πνεῦμα τὸ ἅγιον. Εἰπέ μοι, ἐν τοῖς μυστηρίοις, μή τις θόρυβος; μή τις ταραχή; Ὅταν βαπτιζώμεθα, ὅταν τὰ ἄλλα πάντα ποιῶμεν, οὐχ ἡσυχία καὶ σιγὴ τὰ πάντα κατέχει; Τοῦτο ἐν τῷ οὐρανῷ κατέσπαρται τὸ κάλλος. ∆ιὰ τοῦτο διαβεβλήμεθα καὶ παρ' Ἕλλησιν, ὡς πρὸς ἐπίδειξιν πάντα ποιοῦντες καὶ πρὸς φιλοτιμίαν. Ἀλλ' ἐὰν τοῦτο κωλυθῇ, καὶ τῶν προεδριῶν ὁ ἔρως σβεσθήσεται. Ἀρκεῖ, εἴ τις ἐπαίνων ἐρᾷ, τὸ μετὰ τὴν ἀκρόασιν τούτων τυγχάνειν, ὅταν τοὺς καρποὺς συλλέγῃ. Ναὶ παρακαλῶ, κυρώσωμεν τοῦτον τὸν νόμον, ἵνα πάντα κατὰ τὸ τῷ Θεῷ δοκοῦν πράττοντες, τῆς παρ' αὐτοῦ φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ Μονογενοῦς αὐτοῦ, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
60.227 ΟΜΙΛΙΑ ΛΑʹ. Ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος,
διαῤῥήξαντες τὰ ἱμάτια αὐτῶν, ἐξεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες καὶ λέγοντες, Ἄνδρες, τί ταῦτα ποιεῖτε; ἡμεῖς ὁμοιοπαθεῖς ὑμῖν ἐσμεν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ τὸν Θεὸν τὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς.
αʹ. Ὅρα πάντα μετὰ σφοδρότητος τοὺς ἀποστόλους ποιοῦντας. ∆ιέῤῥηξαν τὰ
ἱμάτια, ἐπήδησαν, ἔκραξαν, πάντα ἀπὸ διαθέσεως ψυχῆς, ἀποστρεφόμενοι τὰ γενόμενα, καὶ πένθους σημεῖα ποιοῦντες. Πένθος γὰρ ἦν, ὄντως πένθος ἀπαραμύθητον, εἴ γε ἔμελλον θεοὶ νομίζεσθαι, καὶ εἰδωλολατρείαν εἰσάγειν, ἣν ἦλθον καταλύσοντες. Καὶ τοῦτο τοῦ διαβόλου ἦν κατασκεύασμα. Οἱ δὲ οὐχ