149
κύριος. τότε διὰ παντὸς μεγαλύνουσιν τὸν κύριον, ὅταν ἐγὼ διὰ παντὸς ἐν τῇ δικαιοσύνῃ ὦ, ἐν τῷ μὴ ὑποπεσεῖν μείνω τοῖς κακοῖς. 27 οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ. ἐμοῦ τοῦ δούλου αὐτοῦ. "εἰπάτωσαν διὰ παντός Μεγαλυνθείη ὁ κύριος", ὁρῶντές με εἰρηνεύοντα, ὁρῶντές με μὴ ὑποπεσόντα ταραχῇ ἢ συνχύσει ἢ στάσει ἢ μάχῃ. ἐλέγομεν πολλ̣α´̣κις, ὅτι ἐνίοτε διὰ τῶν καθέκαστα τὸ καθόλου δείκνυται, καὶ ἐχρώμεθα τότε μαρτυρίῳ τούτῳ λέγοντες· "τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; ἀθῷος χερσίν". εἶτα λέγει· "οὗτος λήμψεται εὐλογίαν παρὰ κυρίου". οὔ τινα ῥητὸν λέγει, ἀλλ' εἴ τίς ἐστιν τοιοῦτος, εἴ τις ἀνέβη εἰς τὸ ὄρος καὶ ἔστη ἐπ' ὄρους κυρίου καὶ ἀθῷος χερσίν, πᾶς, εἴ τίς ἐστιν τοιοῦτος, "εὐλογίαν λήμψεται παρὰ κυρίου". ὁμοίως ἐν ὀγδόῳ καὶ δεκάτῳ ψαλμῷ λέγεται· "ὁ νόμος κυρίου ἄμεμπτος, ἐπιστρέφων ψυχάς· ἡ μαρτυρία κυρίου πιστή". καὶ πολλὰ εἰρηκὼς λέγει· "καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά". οὐχ ἑαυτὸν μόνον λέγει, ἀλλ' εἴ τίς ἐστιν τοιοῦτος δοῦλος τοῦ θεοῦ. ἐλαττωτικὸς οὖν ὢν ἑαυτοῦ ὅταν κατορθώματα λέγῃ, "3τοῖς δούλοις τοῦ θεοῦ"3 λέγει, ὅταν δὲ παραπτώματα, "3ἑαυτῷ"3. λέγονταί τινες τῶν πλησιαζόντων θεῷ υἱοὶ θεοῦ, οἱ ὑποβεβηκότες δὲ τούτους οἱ δοῦλοι· ἐκ δούλων γὰρ γίνονται φίλοι καὶ υἱοί. οἱ μείζονες οὖν εἰσιν "οἱ θέλοντες", οἱ ὡσανεὶ υἱοί, οἱ "τέλειοι ὡς ὁ πατὴρ" αὐτῶν "ὁ οὐράνιος τέλειος"· θέλουσιν εἶναι τὴν εἰρήνην καὶ τῶν ὑποδεεστέρων. ἢ οὕτως, ὅτι πάντες τὴν ἑκάστου δούλου εἰρήνην θέλουσιν. 28 καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου. μελετήσει εὐχαριστητικῶς. ὅταν ὑπαρχθῇ, ἃ ᾐτησάμην, τὴν δικαιοσύνην σου μελετᾷ ἡ γλῶσσά μου. τα̣ύτην ἀεὶ διηγοῦμαι, ἐν ὕμνοις αὐτὴν προφέρω, ἐν διηγηματικοῖς λόγοις αὐτὴν ὀνομάζω. "3ἡμέραν"3 ὧδε λέγει πάντα τὸν χρόνον τῆς ζωῆς τῆς ἀνθρωπίνης, ὡς καὶ ἐν ἄλλοις λέγει· "ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν", τουτέστιν διὰ β̣ι´̣ου. ἔπαινον δὲ τοῦ θεοῦ οὐ κυρίως λέγει· μᾶλλον γὰρ ὕμνος καὶ αἶνος ἐπὶ θεοῦ λέγεται, ἐπὶ δὲ ἀνθρώπων ἔπαινος. ῥηθείη ἂν ὁ ὀρθῶς γινόμενος αἶνος τοῦ θεοῦ καὶ ἔπαινος αὐτοῦ. δύναται δὲ "3ἔπαινος τοῦ θεοῦ"3, ὃν αὐτὸς δίδωσιν· αὐτὸς γὰρ ἐπαινεῖ τοὺς ἀξίους τούτου. λέγει· "καὶ τότε ὁ ἔπαινος ἑκάστῳ γενήσεται ἀπὸ τοῦ θεοῦ". 230 1-2 εἰς τὸ τέλος· τῷ δούλῳ κυρίου τῷ ∆αυίδ. φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ. περὶ τέλους πολλάκις ἐλέχθη, ὅτι ἐκεῖνο τέλος ἐστίν, οὗ τὰ ἄλλα πάντα χάριν γίνεται, αὐτὸ δὲ οὐδενὸς ἕνεκα, ὃ καλεῖται ἔσχατον ὀρεκτόν. ὀρεγόμεθά τινων ἄλλου ἕνεκα. οὐδὲν ἐκείνων τέλος ἐστίν, ποιητικὰ δὲ τοῦ τέλους. τέλος δέ ἐστιν, ὃ οὐκ ἄλλου χάριν γίνεται, ἀλλ' αὐτοῦ πάντα τὰ ἄλλα. βούλεταί τις γραμματικὴν μαθεῖν· ἐκμανθάνει, μελετᾷ, ἀκούει διδασκάλου, καὶ οὐδὲν τούτων τέλος ἐστίν. αὐτὴ δὲ ἡ ἀνάλημψις τῆς ἐπιστήμης τῆς τελείας τὸ τέλος ἐστίν. ἐστὶν οὖν ἔσχατον ὀρεκτὸν ἡ τελεία ἀρετή, μεθ' ἣν οὐκ ἔστιν ἕτερόν τι τελεστικὸν ζητῆσαι. νόμοις χρώμεθα τῆς ἀρετῆς ἕνεκα· ἡ τῶν νόμων δόσις οὔκ ἐστιν τέλος. παραινέσεσιν πειθόμεθα, διδασκαλίαις τοῦ ἠθικὴν παίδευσιν προσάγοντος· πάντα δὲ ταῦτα ἄλλου χάριν γίνεται. αὐτὴ δὲ ἡ τελεία ἀρετὴ ἡ ἀνυπέρβλητος ἡ μετὰ πᾶσαν προκοπὴν συνισταμένην τέλος ἐστίν. τοῦτο τὸ τέλος μεταδιώκει πᾶς ὁ τοῦ θεοῦ δοῦλος. δ̣ιὰ τοῦτο· "τῷ δούλῳ κυρίου τῷ ∆αυίδ". ἐὰν λέγῃ "τῷ δούλῳ", οὐ μόνου τούτου τοῦ ∆αυὶδ τοῦ υἱοῦ τοῦ Ἰεσσαὶ τὸ τέλος ἐστὶν τοῦτο, ἀλλὰ παντὸς τοῦ δουλεύσαντος θεῷ. ἐὰν γοῦν ἐπαινῶμέν τινα ἐπὶ γραμματικῇ καὶ λέγωμεν, ὅτι ἱκανός ἐστιν καὶ γράψαι ὡς δεῖ καὶ ἀναγνῶναι ὡς προσῆκεν καὶ ἐξηγήσασθαι ὡς ἔχει ἁρμονίας, οὐ περὶ ἐκείνου μόνου λέγομεν, ἀλλὰ περὶ παντὸς γραμματικοῦ. 231 ὅμως δὲ τὴν δουλείαν αὐτοῦ θεασώμεθα, ἵν' οὕτω καὶ τοὺς ἄλλους τοὺς ὁμοδούλους ἴδωμεν.