65
ψυχὴν σημαίνει ἡ τοῦ πνεύματος προσηγορία. ἐν δὲ τῷ Τίς γὰρ οιδεν ἀνθρώπων τὰ τῶν ἀνθρώπων εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ οὐκ αλλο πνεῦμα δηλοῦται η τὸ συνεζευγμένον τῇ ψυχῇ ετερον ον αὐτῆς, ο καὶ συνείδησις καλεῖται· τὸ γὰρ συνειδὸς τοῦ ἀνθρώπου τὰ ἐνθυμήματα αλλο τῆς ψυχῆς ἐστιν· ἡ γὰρ ψυχὴ ὁ ανθρωπός ἐστιν, οὐ τὰ ἐνθυμήματα. τριχῶς ουν πεφηνότος τοῦ πνεύματος τοῦ ἀνθρώπου, ἐπίστησον κατὰ ποῖον σημαινόμενον ἐκλαβεῖν δεῖ τὸ Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου. ἐμοὶ δὲ ἀρέσκει καὶ κατὰ τοὺς τρεῖς τρόπους ἀληθεύεσθαι τὸ προκείμενον. Κρατηθέντα δέ με, φησίν, ὑπὸ τῶν πολεμίων καὶ αἰχμάλωτον ηδη γεγενημένον ἐλυτρώσω, ω κύριε, ος καὶ θεὸς τῆς ἀληθείας ει καὶ τῆς ἐν ἑκάστῳ τῶν μετεχόντων τῆς τοῦ μονογενοῦς ἀληθείας. 271 Ps 30,7a Καθόλου πᾶς ματαιότητα φυλάσσων διὰ κενῆς τοῦτο ποιεῖ ητοι τῷ ἀβέβαιον ειναι η τῷ κενῶς καὶ περιττῶς γίνεσθαι τὴν ματαιότητα. μισητὴ δὲ αυτη ουσα τῷ θεῷ μισητοὺς ποιεῖ τοὺς διαφυλάσσοντας αὐτήν. 272 Ps 30,8b-9 ̔Η ταπείνωσις δὲ ὁτὲ μὲν δηλοῖ τὴν ἀτυφίαν ην εθος ταπεινοφροσύνην καλεῖν, ὁτὲ δὲ τὴν ὑπ' ἐχθροῖς κάκωσιν. ἀγαθὸν δὲ τὸ ἐπειδεῖν τὸν θεὸν τὴν ἑκατέρως ταπείνωσιν. τὸ ἑξῆς δὲ ἀκολουθεῖ τῷ ταπείνωσιν νομίζειν τὴν κάκωσιν· Εσωσας γάρ φησιν ἐξ ἀναγκῶν τὴν ψυχήν μου, ἀνάγκας λέγων τὰς περιστάσεις ἀφ' ων ῥυσθείσης αὐτοῦ τῆς ψυχῆς οὐ συγκλείεται εἰς χεῖρας τοῦ καταπονοῦντος ἐχθροῦ. Εἰ τὸ εὐρύχωρον δὲ ὡσαύτως λέγοιτο τῇ πλατείᾳ καὶ εὐρυχώρῳ ὁδῷ (αυτη δέ ἐστιν ἡ φιληδονία), εὐχαριστεῖ τῷ βεβαιότητα αὐτῷ καὶ στάσιν ἐν τῷ βίῳ τούτῳ ὀρέξαντι. ο γὰρ λέγει τοιοῦτόν ἐστιν· ἐν τῷ περὶ γῆς τόπῳ ὑπάρχων, ενθα ὀλισθηρὸν καὶ ἐπισφαλὲς διὰ τὰς φωλευούσας ἡδονὰς τὸ ζῆν, στάσιν τῆς ψυχῆς μοι δέδωκας, οπως μὴ ωδε κἀκεῖσε ὑπὸ τῶν παθῶν παραφέρωμαι. εἰ δ' ἐπαινετὸν λέγοι τὸ εὐρύχωρον, ἐρεῖ· ἐπεὶ θλιβόμενος οὐ στενοχωροῦμαι ἐγκαρτερῶν τοῖς πόνοις, ιν' ουτως ειπω, πλατυνόμενος διὰ τὸ κλέος τὸ ἐκ τῶν περιστατικῶν, ἐρῶ· Εστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου. 273 Ps 30,11c Οὐ πάντως ὁ πτωχεύων ἀσθενεῖ (πολλοὶ γὰρ πτωχοὶ ἰσχυροί) οὐδὲ ὁ ἰσχύος λειπόμενος πτωχός· ἐν δὲ τοῖς πνευματικοῖς, ἐπεὶ ταὐτὸν ἡ ἰσχὺς πλούτῳ, ὁ πλουτῶν ἐν εργοις ἀγαθοῖς ἰσχὺν εχει. ο ουν βούλεται λέγειν εστιν τοιοῦτον· ἐπεὶ ἐπτώχευσα τὸν βλέποντα πλοῦτον ἀποστραφείς (ουτος δέ ἐστιν ὁ θεῖος), ̔Η ἰσχύς μου ἠσθένησεν. Σημειωτέον οτι τὴν εξιν ἀντὶ τοῦ εχοντος ειπεν· οὐ γὰρ ἡ ἰσχὺς ἀσθενεῖ ἀλλ' ὁ εχων αὐτήν, ωσπερ οὐδὲ τὴν ἐπιστήμην ἀγνοεῖν ἀλλὰ τὸν ἐσχηκότα φαμέν. τούτοις ὁμόλογον τὸ παρὰ Παύλῳ εἰρημένον περὶ Χριστοῦ· Ινα δικαιοσύνη γενώμεθα θεοῦ ἐν αὐτῷ. καὶ ἐν τούτοις γὰρ τοὺς δικαιοσύνην εχοντας δικαιοσύνην ἐκάλεσεν. 274 Ps 30,12-14a Οἱ ἐχθροὶ φιλήδονοι μᾶλλον η φιλόθεοι τυγχάνοντες οὐ μόνον οὐκ αἰσχύνονται οὐδ' ονειδος εχειν δοκοῦσιν ἐφ' οις πράττουσιν κακῶς, ἀλλ' ἐκ τοῦ ἐναντίου σεμνύνονται, ὡς λεχθῆναι περὶ αὐτῶν· Ων ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν. καυχῶνται δὲ ἐφ' οις ὀνειδιστέοι γίνονται· Αἰσχύνθητε γοῦν ἀπὸ καυχήσεως ὑμῶν καὶ ὀνειδισμοῦ ἐναντίον κυρίου· οθεν καὶ ἀναστήσονται ουτοι εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον. ̔Ο δὲ αἰσθόμενος ἐν τῇ προειρημένῃ πτωχείᾳ ἑαυτὸν γεγονέναι ὁμολογεῖ ὀνειδιστέος ειναι. διό φησιν· Παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ονειδος, ἀλλὰ καὶ παρὰ πᾶσιν τοῖς πλησιάζουσίν μοι κατὰ τὴν οικησιν τουτέστιν τοῖς ὁμοδοξοῦσιν. Οἱ μετ' ἐπιστάσεως προσβάλλοντές μοι, αἰσθόμενοι ἐξ οιου πλούτου εἰς πτωχείαν επεσον, εὐλαβούμενοι μὴ τὰ αὐτὰ πάθωσιν, εξω τῆς ἐμῆς καταστάσεως εσπευδον ειναι. ἀλλὰ καὶ σκεῦος ων πάλαι τίμιον καὶ ευχρηστον τῷ δεσπότῃ ἠχρειώθην ουτως ὡς ἀπολωλέναι δοκεῖν. Οτι ηκουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν. ειποι ταῦτα διδάσκαλος ψεγόμενος ὑπὸ τῶν δοκούντων περὶ αὐτὸν ειναι διὰ τοῦ δῆθεν μανθάνειν, παροικούντων δὲ καὶ μὴ ἐμμενόντων τοῖς μαθήμασιν τῷ μὴ κατοικεῖν ἐν αὐτοῖς.