De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
καταψηφίζεται. «Συνέταξε γὰρ, φησὶ, Φαραὼ παντὶ τῷ λαῷ αὐτοῦ λέγων· Πᾶν ἄρσεν ὃ ἐὰν τεχθῇ τοῖς Ἑβραίοις, εἰς τὸν ποταμὸν ῥίψατε, καὶ πᾶν θῆλυ, ζωογονεῖτε αὐτό.» Μέλει γὰρ αὐτῷ τοῦ θήλεως οὐδαμῶς, ἀφιλοπόλεμον γὰρ χρῆμα γυνὴ, καὶ οὐκ ἀστεῖον εἰς σύνεσιν· λυπεῖ δὲ κατ' ἄμφω τὸ ἄρσεν, ὡς σοφόν τε καὶ μαχιμώτατον. Οὐκοῦν ἥδιστόν γε καὶ καταθύμιον κομιδῆ τῷ μιαιφόνῳ δράκοντι, φημὶ δὴ τῷ Σατανᾷ, ψυχῆς φρόνημα γυναικοπρεπὲς, ἐκτεθηλυμμένον τε καὶ ἄναλκι· καὶ πρός γε τούτῳ νοσοῦν τὸ εἰς σοφίαν ἀνεπιτήδειον, ἐχθρὸν δὲ καὶ κατεστυγημένον τὸ πρόθυμον εἰς ἀνδρείαν, καὶ μαλακισμοῦ μὲν ἄμεινον, δειλίας δὲ καθυπερτεροῦν, καὶ τὸ ἄγαν ἐμφρονέστατον. ∆ιά τοι τοῦτο, ζωογονεῖ μὲν τὸ θῆλυ, καὶ ἐξίστησί πως τὴν ἐπ' αὐτῷ μιαιφόνον βουλήν τε καὶ σκέψιν. Εὔηθες γὰρ οἶμαι τὸ μάχεσθαι ζητεῖν τοῖς αὐτόθεν ὑπεστρωμένοις, οἴκοθέν τε νοσοῦσι τὸ ὑπεζεῦχθαι φιλεῖν, καταπνίγει δὲ ὥσπερ τὸ ἄρσεν ταῖς τῶν πειρασμῶν περιστάσεσιν ἐνιείς. Τοῦτό μοι δοκεῖ καὶ ὁ θεῖος ∆αβὶδ 68.309 ἀναμελῳδεῖν καὶ λέγειν· «Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ' ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς· ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ' ἡμᾶς, ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς· χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν.» {ΠΑΛΛ.} Ὧδε ἔχει. {ΚΥΡ.} Ἄθρει δὴ τῆς ἐπιβουλῆς τὸν τρόπον. Πρῶτον μὲν γὰρ αὐτοὺς ἀγρίοις κατῃκίζετο πόνοις, τὸ μὴ εἰς πληθὺν ἰέναι πολλὴν, κακουργότατα σοφιζόμενος, δι' ὧν ἠξίου κακοῦν· καὶ λαθραῖον ἦν ἔτι τὸ ἀδίκημα, καὶ οὐ λίαν ἐμφανὴς ὁ τοῦ τυράννου σκοπὸς, ἀντεφέρετο δὲ καθάπερ ἔφην ἀρτίως, ἡ τοῦ κατοικτείροντος χάρις. Ταπεινούμενοι δὲ, μᾶλλον εἰς αὔξησιν ἵεσαν, ἀλκῆς τε καὶ ἀριθμοῦ. Εἶτα διὰ μέσου τὰς μαίας ταῖς Ἑβραίων γυναιξὶν, ἐξοπλίζειν ἤθελεν. Ἀλλ' οὐδὲ τοῦτο κρατεῖν ἠφίει Θεός. Ἐπιβουλῆς δὲ λοιπὸν, ὡς ἐν τρίτῳ τε καὶ τελευταίῳ τρόπῳ παντὶ τῷ ἰδίῳ προστέταχε λαῷ καταπνίγειν τὸ ἄρσεν, τὸ λεληθότως πλεονεκτεῖν οὐκέτι παραιτούμενος. Οὐκοῦν τοῖς ἀνδριζομένοις, πολεμεῖ μὲν ἀοράτως ὁ Σατανᾶς, συντίθησι δὲ τὰ τῆς ἐπιβουλῆς, ὡς ἔν γε τρόπῳ τριπλῷ· καὶ ἀπάρχεται μὲν τῆς μάχης διὰ κακούργων σκεμμάτων, τὴν εἰς ἀρετὴν ἐπίδοσιν ἀποκωλύων τοῦ νοῦ· ἐντρύχεσθαι γὰρ ἀδοκήτοις παρασκευάζει πόνοις καὶ σκληροῖς ἀγῶσιν ὁμιλεῖν. Ἀδικεῖν δὲ ἰσχύσας διὰ τούτων οὐδὲν, ἐπαμύνοντος τοῦ Θεοῦ, τοὺς κατὰ πίστιν ἡμῖν ἰδίους καὶ ταυτοεθνεῖς παροτρύνει πολλάκις, καὶ καταθήγειν ἐπιχειρεῖ πρὸς ἀπέχθειάν τε καὶ μάχην. Καὶ μαρτυρήσει λέγων ὁ Παῦλος· «Κινδύνοις ἐν ψευδαδέλφοις, κινδύνοις ἐκ γένους.» Εἰ δὲ δὴ γένοιτο καὶ τούτου διαμαρτεῖν, τὸν θεῖον αὐτοῖς ἐνιέντος φόβον τοῦ τῶν ἁγίων προεστηκότος, καθὰ καὶ τὰ πάλαι ταῖς μαίαις· ἀναφανδὸν ἐγείρει λοιπὸν τοὺς σφετέρους ὑπασπιστὰς, εἰς ἀγριότητα καὶ μιαιφονίαν. Ἀνθεξόμεθα δὲ καὶ οὕτως τῆς εἰς εὐτολμίαν ἀγάπης, καὶ τῆς εἰς ἀνδρείαν σπουδῆς, οὐκ ἠγνοηκότες, ὅτι τὸ ἀπηχθημένον παρ' ἐκείνῳ, Θεῷ τίμιον. Τέθειται γὰρ ἐν λόγῳ καὶ φειδοῦς ἀξιοῖ, τὸ ἀνωτέρω μαλακισμοῦ. {ΠΑΛΛ.} Πείθομαι. Παρὸν δὲ οἶμαι καὶ τοῦτο πάλιν, καὶ ἐξ αὐτῆς ἡμῖν τῆς ἁγίας καταθεᾶσθαι Γραφῆς. Ἀπόρησις γὰρ ἐννοιῶν, οὔτι που. {ΚΥΡ.} Οὐκοῦν Θεοῦ διδόντος λέγομεν, ὡς ἐν τοῖς ἐπίκλην Ἀριθμοῖς, Μωσαϊκὸν δὲ τοῦτο βιβλίον· «Καὶ ἐλάλησε, φησὶ, Κύριος πρὸς Μωσῆν, ἐν τῇ ἐρήμῳ Σινᾶ, ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου, λέγων· Λάβετε ἀρχὴν πάσης συγγενείας υἱῶν Ἰσραὴλ, καὶ κατὰ συγγενείας αὐτῶν, καὶ κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ἐξ ὀνόματος αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν· πᾶς ἄρσην ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν δυνάμει 68.312 Ἰσραὴλ, ἐπισκέψασθε αὐτοὺς ἐν δυνάμει αὐτῶν, σὺ καὶ Ἀαρὼν ἐπισκέψασθε αὐτούς.» Ὅτι μὲν οὖν τὸ ἄρσεν καὶ μαχιμώτατον, καὶ εἰς ἥβην ἀναβεβηκὸς, τουτέστιν, εἰς εὐεξίαν τὴν πνευματικὴν καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἐν ἀπογραφῇ τῇ θείᾳ, καὶ ἐν βιβλίῳ τέτακται Θεοῦ, σαφὲς ἂν γένοιτο καὶ διὰ τούτων εὖ μάλα· ἀριθμεῖται γὰρ οὐχ ἑτέρου του χάριν, καθάπερ ἐγᾦμαι, τὸ ἄρσεν ἐν εἰκοστῷ τε καὶ