οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνά μεθα, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβα σιν τοῦ δύνασθαι ὑπενεγκεῖν." Πλὴν εἰ γένοιτό πως καὶ τῆς εἰς Χριστὸν εὐσε βείας ὑπεραθλοῦντας παθεῖν, τότε πάντη τε καὶ πάντως ἐσόμεθα ζηλωτοί. Καὶ γοῦν, τοῖς ἁγίοις ἀποστόλοις ἔφασκεν ὁ Σωτήρ· "Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι," καὶ τὰ ἑξῆς. Οὐ μόνοις δὲ λόγοις ταῦτα ἡμᾶς ἐξεπαίδευεν, ἀλλὰ καὶ ἔργοις. Τέθεικε γὰρ ὑπὲρ ἡμῶν τὴν ἑαυτοῦ ψυχὴν, καὶ αἵματι τῷ ἰδίῳ κατεκτήσατο τὴν ὑπ' οὐρανόν. Ἐσμὲν τοιγαροῦν οὐχ ἑαυτῶν, τοῦ πριαμένου δὲ μᾶλλον καὶ διασώσαντος, καὶ αὐτῷ τὴν ἑαυτῶν ὀφείλομεν ζωήν. Ὡς γάρ φησιν ὁ θεσπέσιος Παῦλος, διὰ τοῦτο Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Ἴδωμεν δὲ καὶ τὰς ἀκάνθας αἷς ὁ θεῖος ἀποπνίγεται σπόρος. Τί πάλιν φησὶν ὁ Σωτήρ; Ἐνίησι μὲν οὖν αὐτὸς τὸν σπόρον, ὁ δὲ καί τοι ταῖς τῶν δεξαμένων ἐναπομείνας ψυχαῖς, καὶ οἷον ἀνασχὼν ἤδη καὶ ἐν ἀργαῖς τοῦ φαίνεσθαι διελάσας, ὑπὸ μεριμνῶν συμπνίγεται κοσμικῶν, καὶ καθά φησιν 72.628 Ἱερεμίας, γίνεται δράγμα μὴ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον. "Νεώσατε τοίνυν ἑαυτοῖς νεώματα, ἕτερος προφήτης φησὶ, καὶ μὴ σπείρητε ἐν ἀκάν θαις." Οὐκοῦν ἵνα ὁ θεῖος ἡμῖν ἐξανθήσῃ σπόρος προαποβάλωμεν τῆς ἑαυτῶν διανοίας μερίμνας κοσμικάς.(A f. 123 b, B f. 78 b) Εἴη δ' ἂν γῆ πίων καὶ εὔτοκος, ποιοῦσα καρπὸν ἑκατονταπλα σίονα, ψυχαὶ καλαί τε καὶ ἀγαθαὶ, εἰς βάθος δεχό μεναι τὰ τοῦ λόγου σπέρματα, καὶ κατέχουσαι, καὶ γενναίως τρέφουσαι. Περὶ τῶν τοιούτων ἂν λέγοιτο καὶ μάλα δικαίως, τὸ δι' ἑνὸς τῶν ἁγίων προφητῶν εἰρημένον παρὰ Θεοῦ· "Καὶ μακαριοῦσιν ὑμᾶς πάντα τὰ ἔθνη, διότι ἐγένεσθε ὑμεῖς γῆ θελητή." "Ὅταν γὰρ εἰς νοῦν καθαρὸν τῶν παρενοχλεῖν εἰωθότων θεῖος ποτὲ λόγος κατενεχθῇ, τότε δίδωσι ῥίζαν εἰς βάθος, καὶ ἀστάχυος δίκην ἐπιπηδᾷ, καὶ τελεσφορεῖται καλῶς. Πλὴν ἐκεῖνο χρήσιμον οἶμαι χρηστομαθεῖν ἑλομέ νοις εἰπεῖν. Ὁ γάρ τοι Ματθαῖος αὐτὸ δὲ τουτὶ τὸ κεφάλαιον ἡμῖν ἐξηγούμενος, τὴν ἀγαθὴν ἔφη γῆν ἐκδοῦναι καρποὺς ἐν τρισὶ διαφοραῖς. Ἡ μὲν γὰρ, φησὶν, ἐποίησεν ἑκατὸν, ἡ δὲ ἐξήκοντα, ἡ δὲ τριά κοντα. Ἄθρει δὴ οὖν ὅπως τρεῖς ἔφη Χριστὸς εἶναι τὰς βλάβας, καὶ ὁμοίως ἰσαρίθμους αὐταῖς τὰς εὐδο κιμήσεις. Τὰ μὲν γὰρ εἰς τὴν ὁδὸν πίπτοντα τῶν σπερμάτων, ὑπὸ πτηνῶν διαρπάζεται· τὰ δὲ ἐν τοῖς πετρώδεσιν ἐξανθήσαντα μόνον, οὐκ εἰς μακρὰν ξηραίνεται. Τὰ δὲ ταῖς ἀκάνθαις, ἐναποπνίγεται. Γῆ δὲ ἡ θελητὴ καρποὺς ἀποτίκτει, τοὺς ἐν τρισὶν, ὡς ἔφην, διαφοραῖς, ἑκατὸν καὶ ἑξήκοντα, καὶ τριάκοντα· ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος, "ἕκαστος ἡμῶν ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ, ὁ μὲν οὕτως, ὁ δὲ οὕτως." Οὐ γὰρ ἐν ἴσῳ μέτρῳ πάντη τε καὶ πάντως τὰς τῶν ἁγίων εὐδοκιμήσεις γεγενημένας εὑρίσκομεν. Πλὴν ζηλοῦν ἀναγκαῖον τὰ μείζονά τε καὶ ὑπερκείμενα τῶν χθαμαλωτέρων. 9Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες αὐτόν.9 (B f. 79 b) Ὁ διὰ τῆς Μωϋσέως νομοθεσίας εἰπὼν, "Τίμα τὴν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται·" ἡμῖν δὲ ἐπιτάξας καὶ τοὺς ἐχθροὺς ἀγαπᾷν, ἆρα αὐτὸς ὠλιγώρει τῆς εἰς τὴν μητέρα τιμῆς, καὶ ἀπωθεῖται τὴν εἰς τοὺς ἀδελφοὺς ἀγάπην; Οὐδαμῶς. Τί οὖν ἄρα διδάξαι βούλεται; Εἰς ὕψος αἴρει μέγα τὴν εἰς ἀνθρώπους ἀγάπην, οἵπερ ἂν ἐθέλοιεν τοῖς αὐτοῦ πείθεσθαι νόμοις· καὶ τὰς ἀνωτάτω τιμὰς ὀφείλειν ἡμῖν βούλεται, ὡς μητράσι καὶ ἀδελφοῖς. Εἰ γὰρ μητέρα καὶ ἀδελφοὺς αὐτοῦ εἶναί φησι τοὺς ἀκούοντας τὸν λόγον αὐτοῦ, καὶ ποιοῦντας αὐτὸν, πῶς οὐχ ἅπασιν ἐναργὲς, ὡς ἐκκεκριμένην καὶ ἀξιόληπτον χαρίζεται τὴν ἀγάπην τοῖς ἑπομένοις αὐτῷ; Οὕτω γὰρ ἦν πεῖσαι πάντας ἥκειν ἐπὶ τὸ βούλεσθαι τοῖς αὐτοῦ καταπείθεσθαι λόγοις. 9Αὐτὸς ἀνέβη εἰς πλοῖον, καὶ οἱ μαθηταὶ αὐτοῦ.9 72.629 (A f. 125 b, B f. 80, E f.123 b) ∆ιέπλει μὲν ὁμοῦ τοῖς ἀγίοις ἀποστόλοις Χριστὸς τὴν Τιβεριάδα θάλασσαν ἤτοι λίμνην. Ἐγήγερται δὲ κατὰ τοῦ