De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
τύποις λατρείαν ἐξωθούμενοι; {ΚΥΡ.} Εὖ λέγεις. Γέγραπται γὰρ ὅτι, «Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης·» «τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεὸς,» κατὰ τὰς τῶν ἁγίων φωνάς. {ΠΑΛΛ.} Εἰκαῖον οὖν ἄρα τὸ ἐπείγεσθαι βουθυτεῖν καὶ τὰ διὰ τῆς ἀρχαίας ἡμῖν ἐντολῆς εἰσκεκομισμένα πληροῦν. Μηλοσφαγίαι τε γὰρ καὶ λιβανωτοὶ, λάγανά τε πρὸς τούτοις, καὶ σεμίδαλις ἐλαιόδευτος, τρυγόνες τε καὶ περιστεραὶ, τὰ κατ' ἐκεῖνο τοῦ καιροῦ, τῶν προσκυνούντων ἀναθήματα. Ἀλλά μοι φράσον ἀνθ' ὅτου μὴ ἐν ἀρχαῖς ἀπόπεμπτα μὲν ἐποιεῖτο ταυτὶ, τὰ δὲ οἷς ἐφήδεται νυνὶ θεσμοθετῶν ὁρᾶται Θεὸς, καὶ τοὺς θυσίας ἡμῖν τῆς πνευματικῆς ἐκκαλύπτει τρόπους. {ΚΥΡ.} Ἆρ' οὖν οἴει, καὶ φάναι τολμᾷς, βεβουλεῦσθαι μὲν οὐκ ὀρθῶς ἐν ἀρχαῖς τὸ θεῖον, ἀφημαρτηκὸς δὲ ὥσπερ τοῦ τελείως ἀγαθοῦ, τὸ μεῖζον εὑρεῖν δεδυνῆσθαι μόλις; ἢ γοῦν ἑλέσθαι μὲν τότε τὰ ὡς ἐν σκιαῖς, ὡς διαρκῶς ἔχοντα τὸ δοκοῦν αὐτῷ, φιλόκαινον δέ τι καθ' ἡμᾶς ὑπομεῖναι πάθος, ἑτέροις νέμοντα τὴν ῥοπὴν, καὶ λατρείαν ἡμῖν τὴν οὐ πάλαι διεγνωσμένην κεκαινουργηκότα; {ΠΑΛΛ.} Οὐ μὲν οὖν. Λῆρος γὰρ, οἶμαι, ταυτί. Οὐδ' ἂν οἰησαίμην ὅτι τὸ ἀφαμαρτεῖν δύνασθαι κατά τι γοῦν ὅλως ἕποιτο αὐτῷ. Μάθοιμι δ' ἂν ὡς ἥδιστά γε τί τὸ ἀναπεῖθον θεσμοθετεῖν, τοῖς ἐπὶ τῆς γῆς, ἐκεῖνα μὲν τότε, νυνὶ δὲ ταυτί. {ΚΥΡ.} Ἀνόπιν ὥσπερ ἰέναι πάλιν ὁ σὸς ἡμᾶς ἀναγκάζει λόγος. Ἢ οὐκ ἔφην ὅτι παιδαγωγὸς ἦν ὁ νόμος, τοῦτ' ἔστι, τῶν ἔτι νηπίων ὁ παιδευτής; καὶ τοῖς οὔπω συνιέναι δυναμένοις τί τὸ ἀληθῶς ἀγαθόν; καὶ ποῖον ἂν εἴη τὸ θέλημα τοῦ Θεοῦ, τὸ τέλειον καὶ εὐάρεστον, δι' αἰνίγματος ὑποδηλῶν; καὶ ὡς ἐν 68.224 παχέσιν ἔτι κατασημαίνων τύποις; εἴσῃ γὰρ, εἴσῃ, καὶ οὐ σὺν ἱδρῶτι μακρῷ τῆς πνευματικῆς λατρείας ὁ τρόπος, ὡς ἦν μὲν, ἀεί τε καὶ ἐν ἀρχαῖς τριπόθητος Θεῷ, δυσέμβατος δὲ καὶ ἀναφὴς ἔτι ταῖς τῶν Ἰουδαίων ψυχαῖς. ∆ιά τοι τοῦτο δεῖσθαι λόγου νηπιοπρεποῦς, καὶ μαθημάτων ἁπλῶν, καὶ παιδοκομίας οἰκονομικῆς οὐδὲν ἐχούσης τὸ ἄναντες ἢ τραχὺ, ἐνομοθέτει μὲν γὰρ καὶ πάλαι τὰ ἐν τύποις Θεός. Προϋπεδείκνυ δὲ πάλιν, ὡς ἥξοντά τε καὶ παρεσόμενα κατὰ καιροὺς τὰ ἐκ τῆς ἀληθοῦς λατρείας· καὶ ἀπόβλητον μὲν ἐποίει τὸ τὴν δι' αἱμάτων πρόσοδον, καὶ τὴν σκιάν· ἀπεσείετο δὲ διὰ τοῦ προφήτου λέγων Ἀμώς· «Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν· διότι ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ θυσίας ὑμῶν, οὐκ ἐπιβλέψομαι. Μετάστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι.» Εἰσκεκόμικε δὲ διὰ Μιχαίου πρόσωπον ἀνδρὸς, τίνα δὴ τρόπον κατορθώσειεν ἂν ἀμωμήτως τὸ ἀγαθὸν, ὀρεκτιῶντος ἀναμαθεῖν· «Ἐν τίνι γὰρ καταλάβω τὸν Κύριον, ἀντιλήψομαι Θεοῦ ὑψίστου; Εἰ καταλήψομαι αὐτὸν ἐν ὁλοκαυτώμασιν, ἐν μόσχοις ἐνιαυσίοις; Εἰ προσδέξεται Κύριος ἐν χιλιάσι κριῶν, ἢ ἐν μυριάσι χιμάρων πιόνων; Εἰ δῶ πρωτότοκά μου, ἀσεβείας καρπὸν κοιλίας μου, ὑπὲρ ἁμαρτίας ψυχῆς μου;» Εἶτα συνημμένως καὶ ἐφεξῆς· «Εἰ ἀνηγγέλη σοι, φησὶν, ἄνθρωπε, τί τὸ καλόν· ἢ τί Κύριος ἐκζητεῖ παρὰ σοῦ, ἀλλ' ἢ τοῦ ποιεῖν κρίμα καὶ ἀγαπᾷν ἔλεος· καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ σου;» Ἆρ' οὖν οὐχὶ τοῦτό ἐστιν ἐναργῶς, ὅπερ ἔφη Χριστός· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι;» Καὶ πάλιν· «Ὁ ἐμὲ ἀγαπῶν, ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔστω.» Οὐκ ἐν νομικῇ μὲν λατρείᾳ τῇ κατὰ Χριστὸν, ἀλλὰ ἁγίᾳ τε καὶ πνευματικῇ. {ΠΑΛΛ.} Ὀρθότατα ἔφης. {ΚΥΡ.} Καὶ διὰ μὲν τῆς Ἡσαΐου φωνῆς, θερμότερον ἐπιπλήττει τοῖς ἐξ Ἰσραὴλ λέγων· «Ἀκούσατε λόγων Κυρίου, ἄρχοντες Σοδόμων, προσέχετε νόμον Θεοῦ, λαὸς Γομόῤῥων. Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος; Πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ τράγων οὐ βούλομαι· οὐδ' ἂν ἔρχησθε ὀφθῆναί μοι, τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε. Ἐὰν φέρητε σεμίδαλιν, μάταιον. Θυμίαμα βδέλυγμά μοί ἐστι, τὰς νουμηνίας ὑμῶν, καὶ τὰ Σάββατα, καὶ ἡμέραν