De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
τοῦ κατὰ φύσιν ὄντος Θεοῦ. Ἐκβεβήκασι γὰρ οὔπω τελείως οἱ τὰ τῆς ἀρχαίας ἀπάτης οὔπω τῆς ἑαυτῶν διανοίας ἀποτρίβοντες λείψανα. Παρατηροῦνται γάρ τινες ἡμέρας, καὶ μῆνας, καὶ καιροὺς, καὶ ἐνιαυτούς. Οὗτοι πρὸς τὸ ἐλεύθερον ἀξίωμα διὰ Χριστοῦ κεκλημένοι, τὴν Αἰγυπτίων οἰκοῦντες, ἔτι θύουσι τῷ Θεῷ, τὸν οὐχὶ ἂν ἀβούλητον τῷ Σατανᾷ διασώζοντες βίον. Εἰ δὲ δή τις ἐξοίχοιτο παντελῶς, τοῖς ἀρχαιοτέροις ἔθεσιν ἐῤῥῶσθαι φράσας, ἐν ἐρήμῳ θύει, καὶ τὴν ἐπαίνου παντὸς ἀξίαν ἐπιτηδεύει ζωήν. {ΠΑΛΛ.} Σύμφημι· νοεῖς γὰρ ὀρθῶς. Ἴτω δὲ αὖθις ἡμῖν κατὰ ῥοῦν ὁ λόγος. {ΚΥΡ.} Οὐκοῦν ψευδομυθεῖ μὲν ὁ Φαραὼ, καὶ ἀρνεῖται τὴν ὑπόσχεσιν, ἀνίησι δὲ οὔτι πω τοὺς ἐξ Ἰσραήλ. Εἶτα τρισὶν ἑτέραις πληγαῖς κατῃκίζετο, καὶ κατανεύει μόλις, ἀνήσειν εἰπών· ἥλω τε ψευδοεπήσας πάλιν. «Ψεύστης γάρ ἐστι, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκε,» κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Χάλαζαν δὲ τὴν ῥαγδαιοτάτην ἐνίησι τοῖς Αἰγυπτίοις, ἀπειλοῦντος Θεοῦ, καὶ δὴ καὶ ἐνιέντος, καὶ μὴν ἀκρίδα τὴν ἀγρολέτειραν, εἴπερ τι χρὴ καὶ ἐξ Ἑλλήνων φωνὴν ἑλόντας εἰπεῖν. Τότε δὴ, τότε καὶ μόλις οἱ πάλαι δεινοί τε καὶ ἄθραυστοι τῆς τοῦ Φαραὼ βδελυρίας ὑπασπισταὶ πλείστην ὅσην αὐτοῦ ποιοῦνται καταβοὴν, λέγοντες· «Ἕως τίνος ἔσται ἡμῖν τοῦτο σκῶλον; ἐξαπόστειλον τοὺς ἀνθρώπους, ὅπως λατρεύσωσι Κυρίῳ τῷ Θεῷ αὐτῶν. Ἢ εἰδέναι βούλει ὅτι ἀπόλωλεν Αἴγυπτος;» Καί μοι πάλιν ἐντεῦθεν ἔπεισι νοεῖν, ὡς ἔστι που τάχα τῶν ὑπ' αὐτῷ δυνάμεων ἀμείνων ὁ Σατανᾶς, ἐφ' οἷς ἂν αὐτῷ τὸ νικᾷν πρέποι. Αἱ μὲν γὰρ, ὡς 68.201 ἔοικε, σκληραὶ μέν εἰσιν ἄγαν καὶ ἀμείλικτοι κομιδῇ, καὶ ὀψὲ μὲν καὶ μόλις ἰοῦσαι δ' ἂν ὅμως κἂν γοῦν εἰς μετρίαν αἴσθησιν τῆς θείας ὀργῆς· ὁ δέ ἐστιν ἀγριότητι τῇ ὑπὲρ λόγον ὑπερφερὴς, καὶ κατεσκληκὼς εἰς ἄκρον. Γέγραπται γὰρ ὅτι, «Ἡ καρδία αὐτοῦ πέπηγεν ὥσπερ λίθος, ἕστηκε δὲ ὥσπερ ἄκμων ἀνήλατος.» Πλείστης οὖν ὅσης γενομένης ἐπ' αὐτῷ τῆς καταβοῆς, ἔφη μόλις τοῖς ἀμφὶ Μωσέα· «Πορεύεσθε καὶ λατρεύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν. Τίνες δὲ καί εἰσιν οἱ πορευόμενοι;» Καὶ λέγει Μωσῆς· «Σὺν τοῖς νεανίσκοις ἡμῶν καὶ τοῖς πρεσβυτέροις ἡμῶν πορευσόμεθα, σὺν τοῖς υἱοῖς καὶ ταῖς θυγατράσι, καὶ προβάτοις, καὶ βουσὶν ἡμῶν· ἔστι γὰρ ἡ ἑορτὴ Κυρίου τοῦ Θεοῦ ἡμῶν. Καὶ εἶπε πρὸς αὐτούς· Ἔστω Κύριος μεθ' ὑμῶν, καθ' ὅτι ἀποστέλλω ὑμᾶς, μὴ καὶ τὴν ἀποσκευὴν ὑμῶν; Ἴδετε, ὅτι πονηρία πρόκειται ὑμῖν. Μὴ οὕτως· πορευέσθωσαν δὲ οἱ ἄνδρες, καὶ λατρεύσατε τῷ Θεῷ, τοῦτο γὰρ αὐτοὶ ζητεῖτε.» Σύνες δὴ οὖν, ὦ φιλότης, ὡς ἀρίστην μὲν ὁ Μωσῆς ποιεῖσθαι δεῖν ἔφασκε τὴν ἀνάζευξιν· ὁ δὲ, οὐχ οὕτω, φησίν· ἀνήσειν δὲ ἀπὸ μέρους, καὶ ὁμήρευσιν τρόπον τινὰ ταῖς τῶν ἀπαιρόντων ὑποστροφαῖς δεῖν ἔφη τὸ λειπόμενον, καὶ αὐτῆς ἀπομενούσης ἐν Αἰγύπτῳ τῆς ἀποσκευῆς. Οἰχέσθω γὰρ δὴ πᾶς μὲν ὑμῶν νεανίας, φησί· πᾶν δὲ γένος τὸ ἐν ἀκμαῖς. Ὁ δέ γε θεῖος Μωσῆς, ὅτι προσῆκεν ἀπαίρειν εὖ μάλα διϊσχυρίζεται, παροφθέντος οὐδενός· ἀλλ' ὁμοῦ τοῖς ἐν ἥβῃ καὶ ἐν δυσμαῖς ἡλικίας, υἱοῖς τε καὶ θυγατράσι, καὶ βοῶν ἀγέλαις, καὶ ἑτέροις θρέμμασι. Καὶ γάρ τοι προσήκει τοὺς τῆς ἀληθοῦς ἐλευθερίας μεταποιεῖσθαι σπουδάζοντας, τῶν μὲν ἐν κόσμῳ φιλεῖν ἀπαλλάττεσθαι κακῶν, καὶ τρίβον ἰέναι τὴν ἐπ' ἀρεταῖς, οὐδὲν τὸ παράπαν τῆς ἑαυτῶν ψυχῆς τε καὶ διανοίας ἀφιέντας λείψανον, δι' οὗ δὴ πάλιν ταῖς τοῦ πονηροῦ πλεονεξίαις ὑπενεχθεῖεν ἄν. Καλεῖ δὲ πρὸς τοῦτο ὁ θεῖος νόμος νεανίσκους καὶ παρθένους, πρεσβύτας μετὰ νεωτέρων, κατὰ τὴν τοῦ Ψάλλοντος φωνὴν, καὶ πᾶν εἶδος τῆς ἐν Χριστῷ νοουμένης ἡλικίας. Οἷς καὶ ὁ θεσπέσιος Ἰωάννης προσεφώνει, λέγων· «Ἔγραψα ὑμῖν, παιδία, ὅτι ἐγνώκατε τὸν Πατέρα· ἔγραψα ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ' ἀρχῆς· ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε, καὶ ὁ λόγος τοῦ Θεοῦ ἐν ὑμῖν μένει, καὶ νενικήκατε τὸν πονηρόν.» Εἶεν δ' ἂν καὶ ἑτέρως, νεανίαι μὲν τῆς ἀνδρείας τύπος, φρονήσεως δὲ πρεσβύται, νηπιότητος δὲ τῆς ἐν Χριστῷ νοουμένης, υἱοί τε καὶ θυγατέρες· σὺν ἀνδρείᾳ γὰρ, καὶ φρονήσει, καὶ ἁπλότητι τῇ κατὰ Θεὸν, ἀπαροῦμεν ἐξ ἁμαρτίας εἰς ἁγιασμόν. «Ἀνδρίζεσθε γὰρ,» φησὶ, «καὶ κραταιούσθω ἡ καρδία ὑμῶν.» Καὶ αὖ·