Πνεύματος" χαρισάμενος, προσθήσει τὸ λεῖπον κατ' ἐκεῖνο τοῦ καιροῦ, μετασχηματίσει δὲ καὶ "τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμ"μορφον τῷ σώματι τῆς δόξης αὐτοῦ." Ἐπειδὴ δέ φησιν ὁ μυσταγωγός Καθάπερ ἀπὸ κυρίου πνεύματος, καί "Οὗ δὲ τὸ πνεῦμα Κυρίου, ἐλευθερία," τῆς τῶν ἀνοσίων αἱρετικῶν συκοφαντίας οὐκ ἀνεξόμεθα, τοῖς γενητοῖς ἐναρίθμιον ποιεῖσθαι τὸ Πνεῦμα· εἰ γὰρ ἔνθα που ἐστὶ τὸ Πνεῦμα, ἐκεῖ που πάντως καὶ ἡ ἐλευθερία, πῶς οὐκ ἐλεύθερον κατὰ φύσιν ἐστίν; εἰ δὲ τοῦτο, καὶ τῶν τῆς δουλείας ἄνω κεῖται μέτρων· Πνεῦμα γάρ ἐστι τοῦ Πατρὸς ἐξ αὐτοῦ διῆκον ἐπὶ τὴν κτίσιν ἐν Χριστῷ. Εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ. Ἐπειδὴ ἡλίου δίκην τὸ ἱερὸν ἀναλάμπει κήρυγμα καὶ ἀνακεκαλυμμένῳ προσώπῳ πᾶς πιστὸς "τὴν δόξαν Κυρίου" κατοπτρίζεται, οὐκ ἄν τις τῶν ὀρθὰ φρονούντων τὴν τινῶν ἀμάθιαν τῷ θείῳ καταγράψει κηρύγματι. τί γὰρ εἰ ἐξὸν εἰδέναι ἀποσείονται τὴν γνῶσιν τινῶν πεπωρωμένοι τὸν νοῦν ἐξ ἀπάτης διαβολικῆς; ἀλλ' οἵ γε τῆς ἐκείνου δυστροπίας ἀμείνους σοφοί τε καὶ νουνεχέστεροι πεπλουτήκασι τὴν γνῶσιν. ἆρα γὰρ εἰ βαρβάρων τινὰς εἰρηκότων καὶ τοῖς τῆς δουλείας ὑποθέντων ζυγῷ, προσθείη τις ἕτερος τοῖς εἰς τοῦτο πεσοῦσι ταλαιπωρίας τῶν συμβεβηκότων αὐτοῖς τὴν ἀπαλλαγήν· εἶτα τῆς ἐλευθερίας ἐκεῖνοι προθέντες τὰ ὑπόζυγα κεῖσθαι, ἀνεξίτητον ποιοῖντο τὴν συμφοράν· αἰτιάσαιτό τις εἰπέ μοι τὸν προθέντα φιλαγάθως τῆς ἐλευθερίας αὐτοῖς τὴν ἄδειαν ἢ μᾶλλον ἐκείνους δυσβουλίας γράψεται; οὐκοῦν προὔθηκεν μὲν ὁ τῶν ὅλων Θεὸς τοῖς ἐθέλουσι πιστεύειν εἰς τὸν Υἱὸν, τὸ γυμνῷ καὶ ἀνακεκαλυμμένῳ προσώπῳ καταθεάσασθαι τὴν δόξαν αὐτοῦ· διημαρτήκασι δὲ τῆς χάριτος οἱ 341 τοῦ διαβόλου τὸν σκοτισμὸν ἀπόβλητον ἔχοντες, καὶ τῶν εὐαγγελικῶν θεσπισμάτων τὸ φῶς ἀσυνέτως οὐ προσιέμενοι. διηύγασε γὰρ ἂν καὶ αὐτοῖς ὁ φωτισμὸς τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ. καὶ θεὸν μὲν τοῦ αἰῶνος τούτου κατονομάζει τὸν σατανᾶν, οὐχ ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν, ἀλλ' ὅτι τοῦτο εἶναι νενόμισται παρά γε τοῖς οὐκ εἰδόσι τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι Θεός· ἐκεῖνο γεμὴν ἄξιον καταθαυμάσαι πάλιν· θεολογεῖ γὰρ ὁ Παῦλος, καὶ τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς διατρανοῖ τὸ μυστήριον. ἰδοὺ γὰρ σαφῶς φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης Χριστοῦ τὸ ἀποστολικὸν ὀνομάζει κήρυγμα· καίτοι Χριστοῦ κεκλημένου τοῦ ἐκ Θεοῦ κατὰ φύσιν ὄντος Υἱοῦ, κατὰ τὸν τῆς χρίσεως καιρὸν, καθ' ὃν καίτοι τοῦ Ἁγίου Πνεύματος αὐτὸς ὑπάρχων χορηγὸς, κεχρίσθαι λέγεται παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως. οὐκοῦν ἐν εἴδει τῷ καθ' ἡμᾶς γεγονὼς καὶ ὀφθεὶς ἄνθρωπος ἐπὶ τῆς γῆς ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, τότε δὴ τότε καὶ μάλα ὀρθῶς Χριστὸς νοεῖται καὶ λέγεται. οὐκ εἰς ἕνα τοίνυν τῶν καθ' ἡμᾶς ἡ πίστις τῷ κόσμῳ διακηρύττεται καὶ ψιλὸν ἄνθρωπον ὑπὸ τῶν πνευματοφόρων, καταγγέλλουσι δὲ μᾶλλον τὸν ἐκ Θεοῦ Λόγον ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνότα, καὶ ὡς πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς τὸν Μονογενῆ. ἐπεὶ ποῖος ἂν νοοῖτο πρὸς ἡμῶν ὁ φωτισμὸς τοῦ εὐαγγελίου τῆς δόξης αὐτοῦ, 342 εἰ μὴ ἔν γε τῷ νοεῖσθαι Θεὸς καὶ εἰκὼν τοῦ Πατρὸς, καὶ οὐκ ἐν ἴσῳ τρόπῳ τοῖς καθ' ἡμᾶς, οὐσιωδῶς δὲ μᾶλλον καὶ φυσικῶς; καὶ οὔ τι που φαμὲν ὡς ἄρα δεήσει καὶ αὐτὸν ἐν σαρκὶ γεγονότα νοεῖσθαι τὸν Πατέρα· οὐ γάρ ἐστιν ἐν τούτοις τῆς εἰκόνος τὸ κάλλος· ἐκεῖνο δὲ μᾶλλον περινοεῖν ἄξιον, ὡς Θεὸς ἦν ὁ Λόγος καὶ πρὸ σαρκὸς χαρακτὴρ καὶ ὁμοίωσις φυσικὴ τοῦ γεννήτορος· καὶ πάλιν καθ' ἡμᾶς γεγονότι τὸ ἐν μορφῇ νοεῖσθαι τοῦ Πατρὸς, ἐνούσης αὐτῷ τῆς οἰκονομίας τὸ ἀνθρώπινον· λελόγισται τοίνυν ὡς ἓν μετὰ τῆς ἰδίας σαρκός· ἔστι δὲ καὶ οὕτως εἰκῶν τοῦ Πατρὸς καθ' ὃ καὶ ἔστι Θεὸς καὶ ἐξ αὐτοῦ γεγέννηται κατὰ φύσιν. Ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώ σεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ